Κεφάλαιο 1 |
ΤΟ ρῆμα τοῦ Θεοῦ, ὃ ἐγένετο ἐπὶ ῾Ιερεμίαν τὸν τοῦ Χελκίου ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν ᾿Αναθὼθ ἐν γῇ Βενιαμείν· 2 ὡς ἐγενήθη λόγος τοῦ Θεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις ᾿Ιωσία υἱοῦ ᾿Αμὼς βασιλέως ᾿Ιούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ· 3 καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα ἕως ἑνδεκάτου ἔτους τοῦ Σεδεκία υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα, ἕως τῆς αἰχμαλωσίας ῾Ιερουσαλὴμ ἐν τῷ πέμπτῳ μηνί. 4 Καὶ ἐγένετο λόγος Κυρίου πρός με· 5 πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε. 6 καὶ εἶπα· ὦ δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι. 7 καὶ εἶπε Κύριος πρός με· μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστείλω σε, πορεύσῃ, καὶ κατὰ πάντα, ὅσα ἐὰν ἐντείλωμαί σοι, λαλήσεις· 8 μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος. 9 καὶ ἐξέτεινε Κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε Κύριος πρός με· ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου· 10 ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν. — 11 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· τί σὺ ὁρᾷς ῾Ιερεμία; καὶ εἶπε· βακτηρίαν καρυΐνην. 12 καὶ εἶπε Κύριος πρός με· καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς. 13 καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρός με λέγων· τί σὺ ὁρᾷς; καὶ εἶπα· λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ. 14 καὶ εἶπε Κύριος πρός με· ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. 15 διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας τῆς γῆς ἀπὸ βορρᾶ, λέγει Κύριος, καὶ ἥξουσι καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν ῾Ιερουσαλὴμ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις ᾿Ιούδα. 16 καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 17 καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος. 18 ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν, ὀχυρὸν πᾶσι τοῖς βασιλεῦσιν ᾿Ιούδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς, 19 καὶ πολεμήσουσί σε καὶ οὐ μὴ δύνωνται πρός σε, διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, εἶπε Κύριος. |
Κεφάλαιο 2 |
2 ΚΑΙ εἶπε· τάδε λέγει Κύριος· ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ ᾿Ισραήλ, λέγει Κύριος 3 ἅγιος ᾿Ισραήλ· τῷ Κυρίῳ ἀρχὴ γεννημάτων αὐτοῦ· πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἥξει ἐπ’ αὐτούς, φησὶ Κύριος. 4 ἀκούσατε λόγον Κυρίου, οἶκος ᾿Ιακώβ, καὶ πᾶσα πατριὰ οἴκου ᾿Ισραήλ. 5 τάδε λέγει Κύριος· τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ’ ἐμοῦ καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν; 6 καὶ οὐκ εἶπαν· ποῦ ἐστι Κύριος ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ, ἐν γῇ, ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνὴρ οὐθὲν καὶ οὐ κατῴκησεν ἐκεῖ υἱὸς ἀνθρώπου; 7 καὶ ἤγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ· καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γῆν μου καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα. 8 οἱ ἱερεῖς οὐκ εἶπαν· ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βάαλ καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν. 9 διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς λέγει Κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι. 10 διότι διέλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε καὶ νοήσατε σφόδρα, καὶ ἴδετε εἰ γέγονε τοιαῦτα. 11 εἰ ἀλλάξωνται ἔθνη θεοὺς αὐτῶν· καὶ οὗτοι οὐκ εἰσὶ θεοί. ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσονται. 12 ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος. 13 ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. 14 Μὴ δοῦλός ἐστιν ᾿Ισραὴλ ἢ οἰκογενής ἐστι; διατί εἰς προνομὴν ἐγένετο; 15 ἐπ’ αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν τὴν φωνὴν αὐτῶν, οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον, καὶ αἱ πόλεις αὐτοῦ κατεσκάφησαν παρὰ τὸ μὴ κατοικεῖσθαι. 16 καὶ υἱοὶ Μέμφεως καὶ Τάφνας ἔγνωσάν σε καὶ κατέπαιζόν σου. 17 οὐχὶ ταῦτα ἐποίησέ σοι τὸ καταλιπεῖν σε ἐμέ; λέγει Κύριος ὁ Θεός σου. 18 καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηῶν; καὶ τί σοι καὶ τῇ ὁδῷ ᾿Ασσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν; 19 παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε· καὶ γνῶθι καὶ ἰδέ, ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ, λέγει Κύριος ὁ Θεός σου· καὶ οὐκ εὐδόκησα ἐπὶ σοί, λέγει Κύριος ὁ Θεός σου. 20 ὅτι ἀπ’ αἰῶνος συνέτριψας τὸν ζυγόν σου, διέσπασας τοὺς δεσμούς σου καὶ εἶπας· οὐ δουλεύσω σοι, ἀλλὰ πορεύσομαι ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου, ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου. 21 ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; 22 ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει Κύριος. 23 πῶς ἐρεῖς· οὐκ ἐμιάνθην καὶ ὀπίσω τῆς Βάαλ οὐκ ἐπορεύθην; ἰδὲ τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ καὶ γνῶθι τί ἐποίησας. ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξε, 24 τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ’ ὕδατα ἐρήμου, ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο, παρεδόθη· τίς ἐπιστρέψει αὐτήν; πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν, ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν. 25 ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους. ἡ δὲ εἶπεν· ἀνδριοῦμαι· ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο. 26 ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ ᾿Ισραήλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν. 27 τῷ ξύλῳ εἶπαν, ὅτι πατήρ μου εἶ σύ, καὶ τῷ λίθῳ· σὺ ἐγέννησάς με, καὶ ἔστρεψαν ἐπ’ ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν· καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν· ἀνάστα καὶ σῶσον ἡμᾶς. 28 καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου; ὅτι κατ’ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, ᾿Ιούδα, καὶ κατ’ ἀριθμὸν διόδων τῆς ῾Ιερουσαλὴμ ἔθυον τῇ Βάαλ. 29 ἱνατί λαλεῖτε πρός με; πάντες ὑμεῖς ἠσεβήσατε καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμέ, λέγει Κύριος. 30 μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε· μάχαιρα κατέφαγε τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλοθρεύων, καὶ οὐκ ἐφοβήθητε. 31 ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος· μὴ ἔρημος ἐγενόμην τῷ ᾿Ισραὴλ ἢ γῆ κεχερσωμένη; διατί εἶπεν ὁ λαός μου· οὐ κυριευθησόμεθα καὶ οὐχ ἥξομεν πρός σε ἔτι; 32 μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας, ὧν οὐκ ἔστιν ἀριθμός. 33 τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν; οὐχ οὕτως· ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου. 34 καὶ ἐν ταῖς χερσί σου εὑρέθησαν αἵματα ψυχῶν ἀθώων· οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς, ἀλλ’ ἐπὶ πάσῃ δρυΐ. 35 καὶ εἶπας· ἀθῷός εἰμι, ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ’ ἐμοῦ. ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε· οὐχ ἥμαρτον. 36 τί κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου; καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ, καθὼς κατῃσχύνθης ἀπὸ ᾿Ασσούρ. 37 ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· ὅτι ἀπώσατο Κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐοδωθήσῃ ἐν αὐτῇ. |
Κεφάλαιο 3 |
ΕΑΝ ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπ’ αὐτοῦ καὶ γένηται ἀνδρί ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς· καὶ ἀνέκαμπτες πρός με; λέγει Κύριος. 2 ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν καὶ ἰδέ· πῶς οὐχὶ ἐξεφύρθης; ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου. 3 καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ· ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. 4 οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου; 5 μὴ διαμενεῖ εἰς τὸν αἰῶνα ἢ φυλαχθήσεται εἰς νῖκος; ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα καὶ ἠδυνάσθης. 6 Καὶ εἶπε Κύριος πρός με ἐν ταῖς ἡμέραις ᾿Ιωσίου τοῦ βασιλέως· εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ ᾿Ισραήλ; ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ. 7 καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε· καὶ εἶδε τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος ᾿Ιούδα. 8 καὶ εἶδον διότι περὶ πάντων ὧν κατελήφθη, ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία ᾿Ισραήλ, καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος ᾿Ιούδα καὶ ἐπορεύθη καὶ ἐπόρνευσε καὶ αὐτή. 9 καὶ ἐγένετο εἰς οὐθὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον. 10 καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη πρός με ἡ ἀσύνθετος ᾿Ιούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ’ ἐπὶ ψεύδει. 11 καὶ εἶπε Κύριος πρός με· ἐδικαίωσε τὴν ψυχὴν αὐτοῦ ᾿Ισραὴλ ἀπὸ τῆς ἀσυνθέτου ᾿Ιούδα. 12 πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς· ἐπιστράφηθι πρός με, ἡ κατοικία τοῦ ᾿Ισραήλ, λέγει Κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ’ ὑμᾶς· ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα. 13 πλήν, γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους, τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, λέγει Κύριος. 14 ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει Κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιὼν 15 καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ’ ἐπιστήμης. 16 καὶ ἔσται ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς, λέγει Κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἐροῦσιν ἔτι· κιβωτὸς διαθήκης ἁγίου ᾿Ισραήλ, οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι. 17 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσι τὴν ῾Ιερουσαλὴμ Θρόνον Κυρίου, καὶ συναχθήσονται πάντα τὰ ἔθνη εἰς αὐτὴν καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς. 18 ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται ὁ οἶκος ᾿Ιούδα ἐπὶ τὸν οἶκον τοῦ ᾿Ισραήλ, καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν, ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν. 19 καὶ ἐγὼ εἶπα· γένοιτο, Κύριε· ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γῆν ἐκλεκτήν, κληρονομίαν Θεοῦ παντοκράτορος ἐθνῶν. καὶ εἶπα· πατέρα καλέσετέ με καὶ ἀπ’ ἐμοῦ οὐκ ἀποστραφήσεσθε. 20 πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος ᾿Ισραήλ, λέγει Κύριος. 21 φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν ᾿Ισραήλ, ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάθοντο Θεοῦ ἁγίου αὐτῶν. 22 ἐπιστράφητε, υἱοί, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ. 23 ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων, πλὴν διὰ Κυρίου Θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ ᾿Ισραήλ. 24 ἡ δὲ αἰσχύνη κατηνάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν. 25 ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν, διότι ἔναντι τοῦ Θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν. |
Κεφάλαιο 4 |
ΕΑΝ ἐπιστραφῇ ᾿Ισραήλ, λέγει Κύριος, πρός με ἐπιστραφήσεται· καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ 2 καὶ ὀμόσῃ· ζῇ Κύριος μετὰ ἀληθείας ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη καὶ ἐν αὐτῷ αἰνέσουσι τῷ Θεῷ ἐν ῾Ιερουσαλήμ. 3 ὅτι τάδε λέγει Κύριος τοῖς ἀνδράσιν ᾿Ιούδα καὶ τοῖς κατοικοῦσιν ῾Ιερουσαλήμ· νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρητε ἐπ’ ἀκάνθαις. 4 περιτμήθητε τῷ Θεῷ ὑμῶν καὶ περιτέμνεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ῾Ιερουσαλήμ, μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν. — 5 ᾿Αναγγείλατε ἐν τῷ ᾿Ιούδᾳ, καὶ ἀκουσθήτω ἐν ῾Ιερουσαλήμ· εἴπατε· σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι καὶ κεκράξατε μέγα· εἴπατε· συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις. 6 ἀναλαβόντες φεύγετε εἰς Σιών· σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγάλην. 7 ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρε καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ θεῖναι τὴν γῆν εἰς ἐρήμωσιν, καὶ αἱ πόλεις καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς. 8 ἐπὶ τούτοις περιζώσασθε σάκκους καὶ κόπτεσθε καὶ ἀλαλάξατε, διότι οὐκ ἀπεστράφη ὁ θυμὸς Κυρίου ἀφ’ ὑμῶν. 9 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυμάσονται. 10 καὶ εἶπα· ὦ δέσποτα Κύριε, ἄρα γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν ῾Ιερουσαλὴμ λέγων· εἰρήνη ἔσται ὑμῖν, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν. 11 ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσι τῷ λαῷ τούτῳ καὶ τῇ ῾Ιερουσαλήμ· πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καθαρὸν οὐδ’ εἰς ἅγιον. 12 πνεῦμα πληρώσεως ἥξει μοι· νῦν δὲ ἐγὼ λαλῶ κρίματά μου πρὸς αὐτούς. 13 ἰδοὺ ὡς νεφέλη ἀναβήσεται καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, κουφότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν. 14 ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, ῾Ιερουσαλήμ, ἵνα σωθῇς· ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου; 15 διότι φωνὴ ἀγγέλλοντος ἐκ Δὰν ἥξει, καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους ᾿Εφραίμ. 16 ἀναμνήσατε ἔθνη, ἰδοὺ ἥκασιν· ἀναγγείλατε ἐν ῾Ιερουσαλήμ, συντροφαὶ ἔρχονται ἐκ γῆς μακρόθεν καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις ᾿Ιούδα φωνὴν αὐτῶν. 17 ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ’ αὐτὴν κύκλῳ, ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος. 18 αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρά, ὅτι ἥψατο ἕως τῆς καρδίας σου. 19 τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου· μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου, οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυγὴν πολέμου. 20 καὶ ταλαιπωρίαν συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπώρηκε πᾶσα ἡ γῆ· ἄφνω τεταλαιπώρηκεν ἡ σκηνή, διεσπάσθησαν αἱ δέρρεις μου. 21 ἕως πότε ὄψομαι φεύγοντας ἀκούων φωνὴν σαλπίγγων; 22 διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, υἱοὶ ἄφρονές εἰσι καὶ οὐ συνετοί· σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν. 23 ἐπέβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐθέν, καὶ εἰς τὸν οὐρανόν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ· 24 εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους· 25 ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο· 26 εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ πᾶσαι αἱ πόλεις ἐμπεπυρισμέναι πυρὶ ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ προσώπου ὀργῆς θυμοῦ αὐτοῦ ἠφανίσθησαν. 27 τάδε λέγει Κύριος· ἔρημος ἔσται πᾶσα ἡ γῆ, συντέλειαν δὲ οὐ μὴ ποιήσω. 28 ἐπὶ τούτοις πενθείτω ἡ γῆ, καὶ συσκοτασάτω ὁ οὐρανὸς ἄνωθεν, διότι ἐλάλησα καὶ οὐ μετανοήσω, ὥρμησα καὶ οὐκ ἀποστρέψω ἀπ’ αὐτῆς. 29 ἀπὸ φωνῆς ἱππέως καὶ ἐντεταμένου τόξου ἀνεχώρησε πᾶσα ἡ χώρα· εἰσέδυσαν εἰς τὰ σπήλαια καὶ εἰς τὰ ἄλση ἐκρύβησαν καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν· πᾶσα πόλις ἐγκατελείφθη, οὐ κατοικεῖ ἐν αὐταῖς ἄνθρωπος. 30 καὶ σὺ τί ποιήσεις, ἐὰν περιβάλῃ κόκκινον καὶ κοσμήσῃ κόσμῳ χρυσῷ, ἐὰν ἐγχρίσῃ στίβι τοὺς ὀφθαλμούς σου; εἰ μάταιον ὡραϊσμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου, τὴν ψυχήν σου ζητοῦσιν. 31 ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα, τοῦ στεναγμοῦ σου ὡς πρωτοτοκούσης, φωνὴ θυγατρὸς Σιών· ἐκλυθήσεται καὶ παρήσει τὰς χεῖρας αὐτῆς· οἴμοι ἐγώ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις. |
Κεφάλαιο 5 |
ΠΕΡΙΔΡΑΜΕΤΕ ἐν ταῖς ὁδοῖς ῾Ιερουσαλὴμ καὶ ἴδετε καὶ γνῶτε καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρίμα καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος. 2 ζῇ Κύριος, λέγουσι· διὰ τοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσι; 3 Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτούς, καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτούς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι. 4 καὶ ἐγὼ εἶπα· ἴσως πτωχοί εἰσι, διότι οὐκ ἐδυνάσθησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν Κυρίου καὶ κρίσιν Θεοῦ· 5 πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς, ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν Κυρίου καὶ κρίσιν Θεοῦ· καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγόν, διέρρηξαν δεσμούς. 6 διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐτούς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν· πάντες οἱ ἐκπορευόμενοι ἀπ’ αὐτῶν θηρευθήσονται, ὅτι ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυσαν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν. 7 ποίᾳ τούτων ἵλεως γένωμαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς· καὶ ἐχόρτασα αὐτοὺς καὶ ἐμοιχῶντο καὶ ἐν οἴκοις πορνῶν κατέλυον. 8 ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζον. 9 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος. ἢ ἐν ἔθνει τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; 10 ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς καὶ κατασκάψατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ Κυρίου εἰσίν. 11 ὅτι ἀθετῶν ἠθέτησεν εἰς ἐμέ, λέγει Κύριος, οἶκος ᾿Ισραὴλ καὶ οἶκος ᾿Ιούδα. 12 ἐψεύσατο τῷ Κυρίῳ αὐτῶν καὶ εἶπαν· οὐκ ἔστι ταῦτα· οὐχ ἥξει ἐφ’ ἡμᾶς κακά, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα· 13 οἱ προφῆται ἡμῶν ἦσαν εἰς ἄνεμον, καὶ λόγος Κυρίου οὐχ ὑπῆρχεν ἐν αὐτοῖς· οὕτως ἔσται αὐτοῖς. 14 διὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ· ἀνθ’ ὧν ἐλαλήσατε τὸ ρῆμα τοῦτο, ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς. 15 ἰδοὺ ἐγὼ ἐπάγω ἐφ’ ὑμᾶς ἔθνος πόρρωθεν, οἶκος ᾿Ισραήλ, λέγει Κύριος, ἔθνος οὗ οὐκ ἀκούσει τῆς φωνῆς τῆς γλώσσης αὐτοῦ· 16 πάντες ἰσχυροὶ καὶ κατέδονται τὸν θερισμὸν ὑμῶν 17 καὶ τοὺς ἄρτους ὑμῶν καὶ κατέδονται τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν καὶ κατέδονται τὰ πρόβατα ὑμῶν καὶ τοὺς μόσχους ὑμῶν καὶ κατέδονται τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς συκῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν· καὶ ἀλοήσουσι τὰς πόλεις τὰς ὀχυρὰς ὑμῶν, ἐφ’ αἷς ὑμεῖς πεποίθατε ἐπ’ αὐταῖς, ἐν ρομφαίᾳ. 18 καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος ὁ Θεός σου, οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν. 19 καὶ ἔσται ὅταν εἴπητε· τίνος ἕνεκεν ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν πάντα ταῦτα; καὶ ἐρεῖς αὐτοῖς· ἀνθ’ ὧν ἐδουλεύσατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν τῇ γῇ οὐχ ὑμῶν. 20 ἀναγγείλατε ταῦτα εἰς τὸν οἶκον ᾿Ιακώβ, καὶ ἀκουσθήτω ἐν τῷ οἴκῳ ᾿Ιούδα. 21 ἀκούσατε δὴ ταῦτα, λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσι. 22 μὴ ἐμὲ οὐ φοβηθήσεσθε; λέγει Κύριος, ἢ ἀπὸ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό, καὶ ταραχθήσεται καὶ οὐ δυνήσεται, καὶ ἠχήσουσι τὰ κύματα αὐτῆς καὶ οὐχ ὑπερβήσεται αὐτό. 23 τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθής, καὶ ἐξέκλιναν καὶ ἀπήλθοσαν· 24 καὶ οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν· φοβηθῶμεν δὴ Κύριον τὸν Θεὸν ἡμῶν, τὸν διδόντα ἡμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον κατὰ καιρὸν πληρώσεως προστάγματος θερισμοῦ καὶ ἐφύλαξεν ἡμῖν. 25 αἱ ἀνομίαι ὑμῶν ἐξέκλιναν ταῦτα, καὶ αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαθὰ ἀφ’ ὑμῶν· 26 ὅτι εὑρέθησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς καὶ παγίδας ἔστησαν τοῦ διαφθεῖραι ἄνδρας καὶ συνελαμβάνοσαν. 27 ὡς παγὶς ἐφεσταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου· διὰ τοῦτο ἐμεγαλύνθησαν καὶ ἐπλούτησαν· 28 καὶ παρέβησαν κρίσιν, οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν. 29 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος, ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; 30 ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς. 31 οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα; |
Κεφάλαιο 6 |
ΕΝΙΣΧΥΣΑΤΕ, υἱοὶ Βενιαμίν, ἐκ μέσου τῆς ῾Ιερουσαλὴμ καὶ ἐν Θεκουὲ σημάνατε σάλπιγγι καὶ ὑπὲρ Βαιθαχαρμὰ ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρᾶ, καὶ συντριβὴ μεγάλη γίνεται, 2 καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου, θύγατερ Σιών. 3 εἰς αὐτὴν ἥξουσι ποιμένες καὶ τὰ ποίμνια αὐτῶν καὶ πήξουσιν ἐπ’ αὐτὴν σκηνὰς κύκλῳ καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ. 4 παρασκευάσασθε ἐπ’ αὐτὴν εἰς πόλεμον, ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτὴν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἑσπέρας. 5 ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτὴν νυκτὶ καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς. 6 ὅτι τάδε λέγει Κύριος· ἔκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ ῾Ιερουσαλὴμ δύναμιν· ὦ πόλις ψευδής, ὅλη καταδυναστεία ἐν αὐτῇ. 7 ὡς ψύχει λάκκος ὕδωρ, οὕτω ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός. πόνῳ καὶ μάστιγι 8 παιδευθήσῃ ῾Ιερουσαλήμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικηθήσεται. 9 ὅτι τάδε λέγει Κύριος· καλαμᾶσθε, καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ ᾿Ισραήλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ. 10 πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ εἰσακούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δυνήσονται ἀκούειν· ἰδοὺ τὸ ρῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν, οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι. 11 καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς. ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συλληφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν. 12 καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό, ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει Κύριος. 13 ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ. 14 καὶ ἰῶντο σύντριμμα τοῦ λαοῦ μου ἐξουθενοῦντες καὶ λέγοντες· εἰρήνη — εἰρήνη. καὶ ποῦ ἐστιν εἰρήνη; 15 κατῃσχύνθησαν, ὅτι ἐξελίποσαν· καὶ οὐδ’ ὡς καταισχυνόμενοι κατῃσχύνθησαν καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν. διὰ τοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν καὶ ἐν καιρῷ ἐπισκοπῆς ἀπολοῦνται, εἶπε Κύριος. 16 τάδε λέγει Κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. καὶ εἶπαν· οὐ πορευσόμεθα. 17 καθέστακα ἐφ’ ὑμᾶς σκοπούς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν· οὐκ ἀκουσόμεθα. 18 διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν. 19 ἄκουε, γῆ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῶν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο. 20 ἱνατί μοι λίβανον ἐκ Σαβὰ φέρετε καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι. 21 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῷ πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται. 22 τάδε λέγει Κύριος· ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνη ἐξεγερθήσονται ἀπ’ ἐσχάτου τῆς γῆς· 23 τόξον καὶ ζιβύνην κρατήσουσιν, ἰταμός ἐστι καὶ οὐκ ἐλεήσει, φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα, ἐφ’ ἵπποις καὶ ἅρμασι παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ, θύγατερ Σιών. 24 ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης. 25 μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ρομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν. 26 θύγατερ λαοῦ μου, περίζωσαι σάκκον, κατάπασσε ἐν σποδῷ, πένθος ἀγαπητοῦ ποίησαι σεαυτῇ, κοπετὸν οἰκτρόν, ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφ’ ὑμᾶς. 27 δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις, καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν· 28 πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς, χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν. 29 ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός, ἐξέλιπε μόλυβδος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη. 30 ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος. |
Κεφάλαιο 7 |
2 ΑΚΟΥΣΑΤΕ λόγον Κυρίου πᾶσα ᾿Ιουδαία. 3 τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· διορθώσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ. 4 μὴ πεποίθατε ἐφ’ ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς λέγοντες· ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν. 5 ὅτι ἐὰν διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ 6 καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύσητε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ καὶ ὀπίσω θεῶν ἀλλοτρίων μὴ πορεύησθε εἰς κακὸν ὑμῖν, 7 καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ, ἐν γῇ, ᾗ ἔδωκα τοῖς πατράσιν ὑμῶν ἐξ αἰῶνος καὶ ἕως αἰῶνος. 8 εἰ δὲ ὑμεῖς πεποίθατε ἐπὶ λόγοις ψευδέσιν, ὅθεν οὐκ ὠφεληθήσεσθε, 9 καὶ φονεύετε καὶ μοιχᾶσθε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπ’ ἀδίκῳ καὶ θυμιᾶτε τῇ Βάαλ καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων, ὧν οὐκ οἴδατε, τοῦ κακῶς εἶναι ὑμῖν 10 καὶ ἤλθετε καὶ ἔστητε ἐνώπιον ἐμοῦ ἐν τῷ οἴκῳ, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτῷ, καὶ εἴπατε· ἀπεσχήμεθα τοῦ μὴ ποιεῖν πάντα τὰ βδελύγματα ταῦτα, 11 μὴ σπήλαιον λῃστῶν ὁ οἶκός μου, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτῷ ἐκεῖ, ἐνώπιον ὑμῶν; καὶ ἰδοὺ ἐγὼ ἑώρακα, λέγει Κύριος, 12 ὅτι πορεύθητε εἰς τὸν τόπον μου τὸν ἐν Σηλώ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν, καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσώπου κακίας λαοῦ μου ᾿Ισραήλ. 13 καὶ νῦν ἀνθ’ ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα, καὶ ἐλάλησα πρὸς ὑμᾶς καὶ οὐκ ἠκούσατέ μου, καὶ ἐκάλεσα ὑμᾶς καὶ οὐκ ἀπεκρίθητε, 14 τοίνυν κἀγὼ ποιήσω τῷ οἴκῳ τούτῳ, ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτῷ, ἐφ’ ᾧ ὑμεῖς πεποίθατε ἐπ’ αὐτῷ, καὶ τῷ τόπῳ, ᾧ ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, καθὼς ἐποίησα τῇ Σηλώ. 15 καὶ ἀπορρίψω ὑμᾶς ἀπὸ προσώπου μου, καθὼς ἀπέρριψα τοὺς ἀδελφοὺς ὑμῶν, πᾶν τὸ σπέρμα ᾿Εφραίμ. 16 καὶ σύ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξιοῦ τοῦ ἐλεηθῆναι αὐτοὺς καὶ μὴ εὔχου καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι. 17 ἦ οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν ἐν ταῖς πόλεσιν ᾿Ιούδα καὶ ἐν ταῖς ὁδοῖς ῾Ιερουσαλήμ; 18 οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με. 19 μὴ ἐμὲ αὐτοὶ παροργίζουσι; λέγει Κύριος· οὐχὶ ἑαυτούς, ὅπως καταισχυνθῇ τὰ πρόσωπα αὐτῶν; 20 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ὀργὴ καὶ θυμός μου χεῖται ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πᾶν ξύλον τοῦ ἀγροῦ αὐτῶν καὶ ἐπὶ τὰ γεννήματα τῆς γῆς, καὶ καυθήσεται καὶ οὐ σβεσθήσεται. 21 τάδε λέγει Κύριος· τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν καὶ φάγετε κρέα. 22 ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν καὶ οὐκ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ, ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσίας· 23 ἀλλ’ ἢ τὸ ρῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς, λέγων· ἀκούσατε τῆς φωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς Θεόν, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαόν· καὶ πορεύεσθε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἂν ἐντείλωμαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν. 24 καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσέσχε τὸ οὖς αὐτῶν, ἀλλ’ ἐπορεύθησαν ἐν τοῖς ἐνθυμήμασι τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ἐγενήθησαν εἰς τὰ ὄπισθεν καὶ οὐκ εἰς τὰ ἔμπροσθεν. 25 ἀφ’ ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες αὐτῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐξαπέστειλα πρὸς ὑμᾶς πάντας τοὺς δούλους μου, τοὺς προφήτας, ἡμέρας καὶ ὄρθρου, καὶ ἀπέστειλα, 26 καὶ οὐκ εἰσήκουσάν μου, καὶ οὐ προσέσχε τὸ οὖς αὐτῶν, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν. 28 καὶ ἐρεῖς αὐτοῖς τοῦτον τὸν λόγον· τοῦτο τὸ ἔθνος, ὃ οὐκ ἤκουσε τῆς φωνῆς Κυρίου οὐδὲ ἐδέξατο παιδείαν, ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν. — 29 Κεῖραι τὴν κεφαλήν σου καὶ ἀπόρριπτε καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασε Κύριος καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα. 30 ὅτι ἐποίησαν οἱ υἱοὶ ᾿Ιούδα τὸ πονηρὸν ἐναντίον ἐμοῦ, λέγει Κύριος· ἔταξαν τὰ βδελύγματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτόν, τοῦ μιᾶναι αὐτόν· 31 καὶ ᾠκοδόμησαν τὸν βωμὸν τοῦ Ταφέθ, ὅς ἐστιν ἐν φάραγγι υἱοῦ ᾿Εννόμ, τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρί, ὃ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐ διενοήθην ἐν τῇ καρδίᾳ μου. 32 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι· Βωμὸς τοῦ Ταφὲθ καὶ φάραγξ υἱοῦ ᾿Εννόμ, ἀλλ’ ἢ Φάραγξ τῶν ἀνῃρημένων, καὶ θάψουσιν ἐν τῷ Ταφὲθ διὰ τὸ μὴ ὑπάρχειν τόπον. 33 καὶ ἔσονται οἱ νεκροὶ τοῦ λαοῦ τούτου εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν. 34 καὶ καταλύσω ἐκ πόλεων ᾿Ιούδα καὶ ἐκ διόδων ῾Ιερουσαλὴμ φωνὴν εὐφραινομένων καὶ φωνὴν χαιρόντων, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὅτι εἰς ἐρήμωσιν ἔσται πᾶσα ἡ γῆ. |
Κεφάλαιο 8 |
ΕΝ τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, ἐξοίσουσι τὰ ὀστᾶ τῶν βασιλέων ᾿Ιούδα καὶ τὰ ὀστᾶ τῶν ἀρχόντων αὐτοῦ καὶ τὰ ὀστᾶ τῶν ἱερέων καὶ τὰ ὀστᾶ προφητῶν καὶ τὰ ὀστᾶ τῶν κατοικούντων ἐν ῾Ιερουσαλὴμ ἐκ τῶν τάφων αὐτῶν 2 καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πρὸς πάντας τοὺς ἀστέρας καὶ πρὸς πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, ἃ ἠγάπησαν, καὶ οἷς ἐδούλευσαν καὶ ὧν ἐπορεύθησαν ὀπίσω αὐτῶν καὶ ὧν ἀντείχοντο καὶ οἷς προσεκύνησαν αὐτοῖς· οὐ κοπήσονται καὶ οὐ ταφήσονται, καὶ ἔσονται εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς, 3 ὅτι εἵλοντο τὸν θάνατον ἢ τὴν ζωήν, καὶ πᾶσι τοῖς καταλοίποις τοῖς καταλειφθεῖσιν ἀπὸ τῆς γενεᾶς ἐκείνης ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐξώσω αὐτοὺς ἐκεῖ. — 4 ῞Οτι τάδε λέγει Κύριος· μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἀναστρέφει; 5 διατί ἀπέστρεψεν ὁ λαός μου οὗτος ἀποστροφὴν ἀναιδῆ καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι; 6 ἐνωτίσασθε δὴ καὶ ἀκούσατε· οὐχ οὕτω λαλήσουσιν· οὐκ ἔστιν ἄνθρωπος μετανοῶν ἀπὸ τῆς κακίας αὐτοῦ, λέγων· τί ἐποίησα; διέλιπεν ὁ τρέχων ἀπὸ τοῦ δρόμου αὐτοῦ ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὐτοῦ. 7 καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς, τρυγὼν καὶ χελιδών, ἀγροῦ στρουθία ἐφύλαξαν καιροὺς εἰσόδων ἑαυτῶν, ὁ δὲ λαός μου οὗτος οὐκ ἔγνω τὰ κρίματα Κυρίου. 8 πῶς ἐρεῖτε· ὅτι σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθ’ ἡμῶν ἐστιν; εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν. 9 ᾐσχύνθησαν σοφοὶ καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν· σοφία τίς ἐστιν ἐν αὐτοῖς; 10 διὰ τοῦτο δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις· 13 καὶ συνάξουσι τὰ γεννήματα αὐτῶν, λέγει Κύριος, οὐκ ἔστι σταφυλὴ ἐν ταῖς ἀμπέλοις, καὶ οὐκ ἔστι σῦκα ἐν ταῖς συκαῖς, καὶ τὰ φύλλα κατερρύηκεν. 14 ἐπὶ τί ἡμεῖς καθήμεθα; συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἀπορριφῶμεν, ὅτι Θεὸς ἀπέρριψεν ἡμᾶς καὶ ἐπότισεν ἡμᾶς ὕδωρ χολῆς, ὅτι ἡμάρτομεν ἐναντίον αὐτοῦ. 15 συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά· εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ σπουδή. 16 ἐκ Δὰν ἀκουσόμεθα φωνὴν ὀξύτητος ἵππων αὐτοῦ, ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσθη πᾶσα ἡ γῆ· καὶ ἥξει καὶ καταφάγεται τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ. 17 διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις θανατοῦντας, οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται ὑμᾶς 18 ἀνίατα μετ’ ὀδύνης καρδίας ὑμῶν ἀπορουμένης. 19 ἰδοὺ φωνὴ κραυγῆς θυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόθεν· μὴ Κύριος οὐκ ἔστιν ἐν Σιών; ἢ βασιλεὺς οὐκ ἔστιν ἐκεῖ; διατί παρώργισάν με ἐν τοῖς γλυπτοῖς αὐτῶν καὶ ἐν ματαίοις ἀλλοτρίοις; 20 διῆλθε θέρος, παρῆλθεν ἄμητος, καὶ ἡμεῖς οὐ διεσώθημεν. 21 ἐπὶ συντρίμματι θυγατρὸς λαοῦ μου ἐσκοτώθην· ἐν ἀπορίᾳ κατίσχυσάν με ὠδῖνες ὡς τικτούσης. 22 μὴ ρητίνη οὐκ ἔστιν ἐν Γαλαάδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διατί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου; |
Κεφάλαιο 9 |
ΤΙΣ δώσει κεφαλῇ μου ὕδωρ καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτός, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου; 2 τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ’ αὐτῶν; ὅτι πάντες μοιχῶνται, σύνοδος ἀθετούντων. 3 καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον, ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν καὶ ἐμὲ οὐκ ἔγνωσαν, φησὶ Κύριος. 4 ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε καὶ ἐπ’ ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύσεται. 5 ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ καταπαίξεται, ἀλήθειαν οὐ μὴ λαλήσωσι· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ, ἠδίκησαν καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι. 6 τόκος ἐπὶ τόκῳ καὶ δόλος ἐπὶ δόλῳ· οὐκ ἤθελον εἰδέναι με, φησὶ Κύριος. 7 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμῶ αὐτούς, ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαοῦ μου. 8 βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ρήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν. 9 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος, ἢ ἐν λαῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; 10 ᾿Επὶ τὰ ὄρη λάβετε κοπετὸν καὶ ἐπὶ τὰς τρίβους τῆς ἐρήμου θρῆνον, ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως· ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ καὶ ἕως κτηνῶν ἐξέστησαν, ᾤχοντο. 11 καὶ δώσω τὴν ῾Ιερουσαλὴμ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων καὶ τὰς πόλεις ᾿Ιούδα εἰς ἀφανισμὸν θήσομαι, παρὰ τὸ μὴ κατοικεῖσθαι. 12 τίς ὁ ἄνθρωπος ὁ συνετός, καὶ συνέτω τοῦτο; καὶ ᾧ λόγος στόματος Κυρίου πρὸς αὐτόν, ἀναγγειλάτω ὑμῖν· ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ, ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν; 13 καὶ εἶπε Κύριος πρός με· διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου, ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου, 14 ἀλλ’ ἐπορεύθησαν ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω τῶν εἰδώλων, ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν· 15 διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς 16 καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν, εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ ἐπαποστελῶ ἐπ’ αὐτοὺς τὴν μάχαιραν ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν αὐτῇ. 17 τάδε λέγει Κύριος· καλέσατε τὰς θρηνούσας καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν 18 καὶ λαβέτωσαν ἐφ’ ὑμᾶς θρῆνον, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, καὶ τὰ βλέφαρα ὑμῶν ρείτω ὕδωρ. 19 ὅτι φωνὴ οἴκτου ἠκούσθη ἐν Σιών· πῶς ἐταλαιπωρήσαμεν, κατῃσχύνθημεν σφόδρα, ὅτι ἐγκατελίπομεν τὴν γῆν καὶ ἀπερρίψαμεν τὰ σκηνώματα ἡμῶν. 20 ἀκούσατε δή, γυναῖκες, λόγον Θεοῦ, καὶ δεξάσθω τὰ ὦτα ὑμῶν λόγους στόματος αὐτοῦ, καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον καὶ γυνὴ τὸν πλησίον αὐτῆς θρῆνον. 21 ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν, εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν τοῦ ἐκτρῖψαι νήπια ἔξωθεν καὶ νεανίσκους ἀπὸ τῶν πλατειῶν. 22 καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν καὶ ὡς χόρτος ὀπίσω θερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων. — 23 Τάδε λέγει Κύριος· μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, 24 ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνίειν καὶ γινώσκεν ὅτι ἐγώ εἰμι Κύριος ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος. 25 ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν, 26 ἐπ’ Αἴγυπτον καὶ ἐπὶ ᾿Ιδουμαίαν καὶ ἐπὶ ᾿Εδὼμ καὶ ἐπὶ υἱοὺς ᾿Αμμὼν καὶ ἐπὶ υἱοὺς Μωὰβ καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτοῦ, τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ· ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί, καὶ πᾶς οἶκος ᾿Ισραὴλ ἀπερίτμητοι καρδίας αὐτῶν. |
Κεφάλαιο 10 |
ΑΚΟΥΣΑΤΕ τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐφ’ ὑμᾶς, οἶκος ᾿Ισραήλ· 2 τάδε λέγει Κύριος· κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι φοβοῦνται αὐτὰ τοῖς προσώποις αὐτῶν. 3 ὅτι τὰ νόμιμα τῶν ἐθνῶν μάταια· ξύλον ἐστὶν ἐκ τοῦ δρυμοῦ ἐκκεκομμένον, ἔργον τέκτονος καὶ χώνευμα· 4 ἀργυρίῳ καὶ χρυσίῳ κεκαλλωπισμένα ἐστίν· ἐν σφύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά, 5 θήσουσιν αὐτά, καὶ οὐ κινηθήσονται· ἀργύριον τορευτόν ἐστιν, οὐ πορεύσονται· ἀργύριον προσβλητὸν ἀπὸ Θαρσὶς ἥξει, χρυσίον Μωφὰζ καὶ χεὶρ χρυσοχόων, ἔργα τεχνιτῶν πάντα· ὑάκινθον καὶ πορφύραν ἐνδύσουσιν αὐτά· 5 αἰρόμενα ἀρθήσονται, ὅτι οὐκ ἐπιβήσονται. μὴ φοβηθῆτε αὐτά, ὅτι οὐ μὴ κακοποιήσωσι, καὶ ἀγαθὸν οὐκ ἔστιν ἐν αὐτοῖς. 11 οὕτως ἐρεῖτε αὐτοῖς· θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐκ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου. 12 Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ καὶ τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν, 13 καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε καὶ ἐξήγαγε φῶς ἐκ θησαυρῶν αὐτοῦ. 14 ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἐπὶ τοῖς γλυπτοῖς αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσεν, οὐκ ἔστι πνεῦμα ἐν αὐτοῖς· 15 μάταιά ἐστιν, ἔργα ἐμπεπαιγμένα, ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται. 16 οὐκ ἔστι τοιαύτη μερὶς τῷ ᾿Ιακώβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτὸς κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ. 17 Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσα ἐν ἐκλεκτοῖς. 18 ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν θλίψει, ὅπως εὑρεθῇ ἡ πληγή σου· 19 οὐαὶ ἐπὶ συντρίμματί σου, ἀλγηρὰ ἡ πληγή σου, κἀγὼ εἶπα· ὄντως τοῦτο τὸ τραῦμά μου καὶ κατέλαβέ με· 20 ἡ σκηνή μου ἐταλαιπώρησεν, ὤλετο, καὶ πᾶσαι αἱ δέρρεις μου διεσπάσθησαν· οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὐκ εἰσίν, οὐκ ἔστιν ἔτι τόπος τῆς σκηνῆς μου, τόπος τῶν δέρρεών μου. 21 ὅτι οἱ ποιμένες ἠφρονεύσαντο καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ καὶ διεσκοσπίσθησαν. 22 φωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γῆς βορρᾶ τοῦ τάξαι τὰς πόλεις ᾿Ιούδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθῶν. 23 οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορθώσει πορείαν αὐτοῦ. 24 παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς. 25 ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεάς, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο, ὅτι κατέφαγον τὸν ᾿Ιακὼβ καὶ ἐξανήλωσαν αὐτὸν καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν. |
Κεφάλαιο 11 |
Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ιερεμίαν λέγων· 2 ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης. καὶ λαλήσεις πρὸς ἄνδρας ᾿Ιούδα καὶ πρὸς τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλήμ· 3 καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης, 4 ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ, ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ καμίνου τῆς σιδηρᾶς, λέγων· ἀκούσατε τῆς φωνῆς μου καὶ ποιήσατε πάντα, ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσθέ μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν, 5 ὅπως στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ρέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη. καὶ ἀπεκρίθην καὶ εἶπα· γένοιτο, Κύριε. 6 καὶ εἶπε Κύριος πρός με· ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλὴμ λέγων· ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ ποιήσατε αὐτούς. 8 καὶ οὐκ ἐποίησαν. 9 καὶ εἶπε Κύριος πρός με· εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν ᾿Ιούδα καὶ ἐν τοῖς κατοικοῦσιν ἐν ῾Ιερουσαλήμ· 10 ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον, οἳ οὐκ ἠθέλησαν εἰσακοῦσαι τῶν λόγων μου, καὶ ἰδοὺ αὐτοὶ πορεύονται ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς, καὶ διεσκέδασεν οἶκος ᾿Ισραὴλ καὶ οἶκος ᾿Ιούδα τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτῶν. 11 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, ἐξ ὧν οὐ δυνήσονται ἐξελθεῖν ἐξ αὐτῶν, καὶ κεκράξονται πρός με, καὶ οὐκ εἰσακούσομαι αὐτῶν. 12 καὶ πορεύσονται πόλεις ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ῾Ιερουσαλὴμ καὶ κεκράξονται πρὸς τοὺς θεούς, οἷς αὐτοὶ θυμιῶσιν αὐτοῖς, οἳ μὴ σώσουσιν αὐτοὺς ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν. 13 ὅτι κατ’ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, ᾿Ιούδα, καὶ κατ’ ἀριθμὸν ἐξόδων τῆς ῾Ιερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιᾶν τῇ Βάαλ. 14 καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ, ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν καιρῷ κακώσεως αὐτῶν. 15 τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ; 16 ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ’ αὐτήν, μεγάλη ἡ θλῖψις ἐπὶ σέ, ἠχρεώθησαν οἱ κλάδοι αὐτῆς. 17 καὶ Κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τῆς κακίας οἴκου ᾿Ισραὴλ καὶ οἴκου ᾿Ιούδα, ὅτι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ θυμιᾶν αὐτοὺς τῇ Βάαλ. 18 Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. 19 ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων· ἐπ’ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι. 20 Κύριε κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. 21 διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ἄνδρας ᾿Αναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας· οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου, εἰ δὲ μή, ἀποθάνῃ ἐν ταῖς χερσὶν ἡμῶν. 22 ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ’ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ, 23 καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν ᾿Αναθώθ, ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν. |
Κεφάλαιο 12 |
ΔΙΚΑΙΟΣ εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ, πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα; 2 ἐφύτευσας αὐτοὺς καὶ ἐρριζώθησαν· ἐτεκνοποιήσαντο καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν. 3 καὶ σύ, Κύριε, γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν. 4 ἕως πότε πενθήσει ἡ γῆ καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠφανίσθησαν κτήνη καὶ πετεινά, ὅτι εἶπαν· οὐκ ὄψεται ὁ Θεὸς ὁδοὺς ἡμῶν. 5 σοῦ οἱ πόδες τρέχουσι καὶ ἐκλύουσί σε· πῶς παρασκευάσῃ ἐφ’ ἵπποις καὶ ἐν γῇ εἰρήνης σὺ πέποιθας; πῶς ποιήσεις ἐν φρυάγματι τοῦ ᾿Ιορδάνου; 6 ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλήσουσι πρός σε καλά. — 7 ᾿Εγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. 8 ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. 9 μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ ἢ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε, συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν. 10 ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον, 11 ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας, δι’ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ. 12 ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ Κυρίου καταφάγεται ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί. 13 ἐσπείρατε πυροὺς καὶ ἀκάνθας θερίζετε· οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἔναντι Κυρίου. — 14 ῞Οτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου ᾿Ισραήλ· ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν καὶ τὸν ᾿Ιούδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν. 15 καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιῶ αὐτούς, ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ. 16 καὶ ἔσται ἐὰν μαθόντες μάθωσι τὴν ὁδὸν τοῦ λαοῦ μου, τοῦ ὀμνύειν τῷ ὀνόματί μου, ζῇ Κύριος, καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βάαλ, καὶ οἰκοδομηθήσονται ἐν μέσῳ τοῦ λαοῦ μου· 17 ἐὰν δὲ μὴ ἐπιστρέψωσι, καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ. |
Κεφάλαιο 13 |
ΤΑΔΕ λέγει Κύριος· βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται. 2 καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον Κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου. 3 καὶ ἐγενήθη λόγος Κυρίου πρός με λέγων· 4 λαβὲ τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας. 5 καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐφράτῃ, καθὼς ἐνετείλατό μοι Κύριος. 6 καὶ ἐγένετο μεθ’ ἡμέρας πολλὰς καὶ εἶπε Κύριος πρός με· ἀνάστηθι, βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ λαβὲ ἐκεῖθεν τὸ περίζωμα, ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ. 7 καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν καὶ ὤρυξα καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου, οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ μὴ χρησθῇ εἰς οὐθέν. 8 καὶ ἐγενήθη λόγος Κυρίου πρός με λέγων· τάδε λέγει Κύριος· 9 οὕτω φθερῶ τὴν ὕβριν ᾿Ιούδα καὶ τὴν ὕβριν ῾Ιερουσαλήμ, 10 τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησθήσεται εἰς οὐθέν. 11 ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ ᾿Ισραὴλ καὶ πάντα οἶκον ᾿Ιούδα τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου. 12 καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον· πᾶς ἀσκὸς πληρωθήσεται οἴνου. καὶ ἔσται ἐὰν εἴπωσι πρός σε· μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου; 13 καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καθημένους υἱοὺς τοῦ Δαυὶδ ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ τοὺς ἱερεῖς καὶ τοὺς προφήτας καὶ τὸν ᾿Ιούδαν καὶ πάντας τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλὴμ μεθύσματι 14 καὶ διασκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐν τῷ αὐτῷ. οὐκ ἐπιποθήσω, λέγει Κύριος, καὶ οὐ φείσομαι, καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν. 15 Ἀκούσατε, καὶ ἐνωτίσασθε καὶ μὴ ἐπαίρεσθε, ὅτι Κύριος ἐλάλησε. 16 δότε τῷ Κυρίῳ Θεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι καὶ πρὸ τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ’ ὄρη σκοτεινά, καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσονται εἰς σκότος. 17 ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου. 18 εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσι· ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν. 19 πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν. καὶ οὐκ ἦν ὁ ἀνοίγων· ἀπῳκίσθη ᾿Ιούδας, συνετέλεσεν ἀποικίαν τελείαν. — 20 ᾿Ανάλαβε ὀφθαλμούς σου, ῾Ιερουσαλήμ, καὶ ἴδε τοὺς ἐρχομένους ἀπὸ βορρᾶ· ποῦ ἐστι τὸ ποίμνιον, ὃ ἐδόθη σοι, πρόβατα δόξης σου; 21 τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε; καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καθέξουσί σε καθὼς γυναῖκα τίκτουσαν; 22 καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· διατί ἀπήντησέ μοι ταῦτα; διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου παραδειγματισθῆναι τὰς πτέρνας σου. 23 εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες τὰ κακά. 24 καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα φερόμενα ἀπὸ ἀνέμου εἰς ἔρημον. 25 οὕτως ὁ κλῆρός σου καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί, λέγει Κύριος, ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσι. 26 κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου. 27 καὶ ἡ μοιχεία σου καὶ ὁ χρεμετισμός σου καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας σου ἐπὶ τῶν βουνῶν, καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου· οὐαί σοι, ῾Ιερουσαλήμ, ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου· ἕως τίνος ἔτι; |
Κεφάλαιο 14 |
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν περὶ τῆς ἀβροχίας. 2 ΕΠΕΝΘΗΣΕΝ ἡ ᾿Ιουδαία, καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν καὶ ἐσκοτώθησαν ἐπὶ τῆς γῆς, καὶ ἡ κραυγὴ τῆς ῾Ιερουσαλὴμ ἀνέβη. 3 καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ’ ὕδωρ· ἤλθοσαν ἐπὶ τὰ φρέατα καὶ οὐχ εὕροσαν ὕδωρ καὶ ἀπέστρεψαν τὰ ἀγγεῖα αὐτῶν κενά. 4 καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός· ᾐσχύνθησαν οἱ γεωργοί, ἐπεκάλυψαν τὰς κεφαλὰς αὐτῶν. 5 καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη. 6 ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας· εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος ἀπὸ λαοῦ ἀδικίας. 7 εἰ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν, Κύριε, ποίησον ἡμῖν ἕνεκέν σου, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου, ὅτι σοὶ ἡμάρτομεν. 8 ὑπομονὴ ᾿Ισραήλ, Κύριε, καὶ σῴζεις ἐν καιρῷ κακῶν· ἱνατί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα; 9 μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν ἢ ὡς ἀνὴρ οὐ δυνάμενος σῴζειν; καὶ σὺ ἐν ἡμῖν εἶ, Κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ’ ἡμᾶς· μὴ ἐπιλάθῃ ἡμῶν. 10 οὕτως λέγει Κύριος τῷ λαῷ τούτῳ· ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· νῦν μνησθήσεται τῆς ἀδικίας αὐτῶν. 11 καὶ εἶπε Κύριος πρός με· μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου εἰς ἀγαθά· 12 ὅτι ἐὰν νηστεύσωσιν, οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν, καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ θυσίας, οὐκ εὐδοκήσω ἐν αὐτοῖς, ὅτι ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καί ἐν θανάτῳ ἐγὼ συντελέσω αὐτούς. 13 καὶ εἶπα· ὦ Κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσι καὶ λέγουσιν· οὐκ ὄψεσθε μάχαιραν, οὐδὲ λιμὸς ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ. 14 καὶ εἶπε Κύριος πρός με· ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν. 15 διὰ τοῦτο τάδε λέγει Κύριος περὶ τῶν προφητῶν τῶν προφητευόντων ἐπὶ τῷ ὀνόματί μου ψευδῆ, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτούς, οἳ λέγουσι· μάχαιρα καὶ λιμὸς οὐκ ἔσται ἐπὶ τῆς γῆς ταύτης· ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται καὶ ἐν λιμῷ συντελεσθήσονται οἱ προφῆται 16 καὶ ὁ λαός, οἷς αὐτοὶ προφητεύουσιν αὐτοῖς, καὶ ἔσονται ἐρριμμένοι ἐν ταῖς διόδοις ῾Ιερουσαλὴμ ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ, καὶ οὐκ ἔσται ὁ θάπτων αὐτούς, καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν· καὶ ἐκχεῶ ἐπ’ αὐτοὺς τὰ κακὰ αὐτῶν. 17 καὶ ἐρεῖς πρὸς αὐτοὺς τὸν λόγον τοῦτον· καταγάγετε ἐπ’ ὀφθαλμοὺς ὑμῶν δάκρυα ἡμέρας καὶ νυκτός, καὶ μὴ διαλιπέτωσαν, ὅτι συντρίμματι συνετρίβη θυγάτηρ λαοῦ μου καὶ πληγὴ ὀδυνηρὰ σφόδρα. 18 ἐὰν ἐξέλθω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυματίαι μαχαίρας, καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν, καὶ ἰδοὺ πόνος λιμοῦ· ὅτι ἱερεὺς καὶ προφήτης ἐπορεύθησαν εἰς γῆν, ἣν οὐκ ᾔδεισαν. 19 μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν ᾿Ιούδαν, καὶ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχή σου; ἱνατί ἔπαισας ἡμᾶς, καὶ οὐκ ἔστιν ἡμῖν ἴασις; ὑπεμείναμεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά· εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ ταραχή. 20 ἔγνωμεν, Κύριε, ἁμαρτήματα ἡμῶν, ἀδικίας πατέρων ἡμῶν, ὅτι ἡμάρτομεν ἐναντίον σου. 21 κόπασον διὰ τὸ ὄνομά σου, μὴ ἀπολέσῃς θρόνον δόξης σου· μνήσθητι, μὴ διασκεδάσῃς τὴν διαθήκην σου τὴν μεθ’ ἡμῶν. 22 μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐθνῶν ὑετίζων; καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ, οὐχὶ σὺ εἶ αὐτός; καὶ ὑπομενοῦμέν σε, Κύριε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα. |
Κεφάλαιο 15 |
ΚΑΙ εἶπε Κύριος πρός με· ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς· ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελθέτωσαν. 2 καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σέ· ποῦ ἐξελευσόμεθα; καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ὅσοι εἰς θάνατον, εἰς θάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καί ὅσοι εἰς λιμόν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν. 3 καὶ ἐκδικήσω ἐπ’ αὐτοὺς τέσσαρα εἴδη, λέγει Κύριος· τὴν μάχαιραν εἰς σφαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ θηρία τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ εἰς διαφθοράν. 4 καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς διὰ Μανασσῆ υἱὸν ᾿Εζεκίου βασιλέως ᾿Ιούδα, περὶ πάντων ὧν ἐποίησεν ἐν ῾Ιερουσαλήμ. 5 τίς φείσεται ἐπὶ σοί, ῾Ιερουσαλήμ; καὶ τίς δειλιάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι; 6 σὺ ἀπεστράφης με, λέγει Κύριος, ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς. 7 καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ· ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν. 8 ἐπληθύνθησαν αἱ χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης· ἐπήγαγον ἐπὶ μητέρα νεανίσκους ταλαιπωρίαν ἐν μεσημβρίᾳ, ἐπέρριψα ἐπ’ αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν. 9 ἐκενώθη ἡ τίκτουσα ἑπτά, ἀπεκάκισεν ἡ ψυχὴ αὐτῆς, ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας, κατῃσχύνθη καὶ ὠνειδίσθη· τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχθρῶν αὐτῶν. 10 Οἴμοι ἐγὼ μῆτερ, ὡς τίνα με ἔτεκες; ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ· οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. 11 γένοιτο, δέσποτα, κατευθυνόντων αὐτῶν, εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν καὶ ἐν καιρῷ θλίψεως αὐτῶν εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν. 12 εἰ γνωσθήσεται σίδηρος; καὶ περιβόλαιον χαλκοῦν ἡ ἰσχύς σου. 13 καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου. 14 καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ, ᾗ οὐκ ᾔδεις· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, ἐφ’ ὑμᾶς καυθήσεται. 15 Κύριε, μνήσθητί μου καὶ ἐπίσκεψαί με καὶ ἀθῴωσόν με ἀπὸ τῶν καταδιωκόντων με μὴ εἰς μακροθυμίαν· γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν 16 ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ’ ἐμοί, Κύριε παντοκράτωρ. 17 οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην. 18 ἵνα τί οἱ λυποῦντές με κατισχύουσί μου; ἡ πληγή μου στερεά, πόθεν ἰαθήσομαι; γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν. 19 διὰ τοῦτο τάδε λέγει Κύριος· ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, καὶ πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ, καὶ σὺ οὐκ ἀναστρέψεις πρός αὐτούς. 20 καὶ δώσω σε τῷ λαῷ τούτῳ ὡς τεῖχος ὀχυρὸν χαλκοῦν, καὶ πολεμήσουσι πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ εἰμι τοῦ σῴζειν σε 21 καὶ τοῦ ἐξαιρεῖσθαί σε ἐκ χειρὸς πονηρῶν καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν. |
Κεφάλαιο 16 |
ΚΑΙ σὺ μὴ λάβῃς γυναῖκα, λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ, 2 καὶ οὐ γεννηθήσεταί σοι υἱὸς οὐδὲ θυγάτηρ ἐν τῷ τόπῳ τούτῳ. 3 ὅτι τάδε λέγει Κύριος περὶ τῶν υἱῶν καὶ περὶ τῶν θυγατέρων τῶν γεννωμένων ἐν τῷ τόπῳ τούτῳ καὶ περὶ τῶν μητέρων αὐτῶν τῶν τετοκυιῶν αὐτοὺς καὶ περὶ τῶν πατέρων αὐτῶν τῶν γεγεννηκότων αὐτοὺς ἐν τῇ γῇ ταύτῃ· 4 ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται, οὐ κοπήσονται καὶ οὐ ταφήσονται· εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς ἔσονται καὶ τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ἐν μαχαίρᾳ πεσοῦνται καὶ ἐν λιμῷ συντελεσθήσονται. 5 τάδε λέγει Κύριος· μὴ εἰσέλθῃς εἰς θίασον αὐτῶν καὶ μὴ πορευθῇς τοῦ κόψασθαι καὶ μὴ πενθήσῃς αὐτούς, ὅτι ἀφέστακα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου. 6 οὐ μὴ κόψονται αὐτοὺς οὐδὲ ἐντομίδας οὐ μὴ ποιήσουσι καὶ οὐ ξυρηθήσονται, 7 καὶ οὐ μὴ κλασθῇ ἄρτος ἐν πένθει αὐτῶν εἰς παράκλησιν ἐπὶ τεθνηκότι, οὐ ποτιοῦσιν αὐτὸν ποτήριον εἰς παράκλησιν ἐπὶ πατρὶ καὶ μητρὶ αὐτοῦ. 8 εἰς οἰκίαν πότου οὐκ εἰσελεύσῃ συγκαθίσαι μετ’ αὐτῶν τοῦ φαγεῖν καὶ πιεῖν. 9 διότι τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ καταλύω ἐκ τοῦ τόπου τούτου ἐνώπιον τῶν ὀφθαλμῶν ὑμῶν καὶ ἐν ταῖς ἡμέραις ὑμῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης. 10 καὶ ἔσται ὅταν ἀναγγείλῃς τῷ λαῷ τούτῳ ἅπαντα τὰ ρήματα ταῦτα καὶ εἴπωσι πρὸς σέ· διατί ἐλάλησε Κύριος ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; τίς ἡ ἀδικία ἡμῶν; καὶ τίς ἡ ἁμαρτία ἡμῶν, ἣν ἡμάρτομεν ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν; 11 καὶ ἐρεῖς πρὸς αὐτούς· ἀνθ’ ὧν ἐγκατέλιπόν με οἱ πατέρες ὑμῶν, λέγει Κύριος, καὶ ᾤχοντο ὀπίσω θεῶν ἀλλοτρίων, καὶ ἐδούλευσαν αὐτοῖς καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐμὲ ἐγκατέλιπον καὶ τὸν νόμον μου οὐκ ἐφυλάξαντο· 12 καὶ ὑμεῖς ἐπονηρεύσασθε ὑπὲρ τοὺς πατέρας ὑμῶν καὶ ἰδοὺ ὑμεῖς πορεύεσθε ἕκαστος ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας ὑμῶν τῆς πονηρᾶς τοῦ μὴ ὑπακούειν μου. 13 καὶ ἀπορρίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν οὐκ ᾔδειτε ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν, καὶ δουλεύσετε ἐκεῖ θεοῖς ἑτέροις, οἳ οὐ δώσουσιν ὑμῖν ἔλεος. 14 Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι· ζῇ Κύριος ὁ ἀναγαγὼν τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου, 15 ἀλλὰ ζῇ Κύριος, ὃς ἀνήγαγε τὸν οἶκον ᾿Ισραὴλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν, οὗ ἐξώσθησαν ἐκεῖ· καί ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν. 16 ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλιεῖς τοὺς πολλούς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ τοὺς πολλοὺς θηρευτάς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν. 17 ὅτι οἱ ὀφθαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν, καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. 18 καὶ ἀνταποδώσω διπλᾶς τὰς κακίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐφ’ αἷς ἐβεβήλωσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων αὐτῶν καὶ ἐν ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἐπλημμέλησαν τὴν κληρονομίαν μου. 19 Κύριε, σὺ ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα. 20 εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς; καὶ οὗτοι οὐκ εἰσὶ θεοί. 21 διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ὄνομά μοι Κύριος. |
Κεφάλαιο 17 |
5 ΕΠΙΚΑΤΑΡΑΤΟΣ ὁ ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ ἐπ’ αὐτόν, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ· 6 καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ, οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά, καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ, ἥτις οὐ κατοικεῖται. 7 καὶ εὐλογημένος ὁ ἄνθρωπος, ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· 8 καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ’ ὕδατα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ρίζαν αὐτοῦ καὶ οὐ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπ’ αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται καὶ οὐ διαλείψει ποιῶν καρπόν. 9 βαθεῖα ἡ καρδία παρά πάντα, καὶ ἄνθρωπός ἐστι· καὶ τίς γνώσεται αὐτόν; 10 ἐγὼ Κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεφροὺς τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ. 11 ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε· ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, καὶ ἐπ’ ἐσχάτων αὐτοῦ ἔσται ἄφρων. 12 θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν, 13 ὑπομονὴ ᾿Ισραήλ, Κύριε, πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν, ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν, ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς, τὸν Κύριον. 14 ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι· σῶσόν με, καὶ σωθήσομαι· ὅτι καύχημά μου σὺ εἶ. 15 ἰδοὺ αὐτοὶ λέγουσι πρός με· ποῦ ἐστιν ὁ λόγος Κυρίου; ἐλθέτω. 16 ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστῃ· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσώπου σού ἐστι. 17 μὴ γενηθῇς μοι εἰς ἀλλοτρίωσιν φειδόμενός μου ἐν ἡμέρᾳ πονηρᾷ. 18 καταισχυνθήτωσαν οἱ διώκοντές με, καὶ μὴ καταισχυνθείην ἐγώ· πτοηθείησαν αὐτοί, καὶ μὴ πτοηθείην ἐγώ· ἐπάγαγε ἐπ’ αὐτοὺς ἡμέραν πονηράν, δισσὸν σύντριμμα σύντριψον αὐτούς. 19 Τάδε λέγει Κύριος· βάδισον καὶ στῆθι ἐν ταῖς πύλαις υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται ἐν αὐταῖς βασιλεῖς ᾿Ιούδα καὶ ἐν αἷς ἐκπορεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις ῾Ιερουσαλὴμ 20 καὶ ἐρεῖς αὐτοῖς· ἀκούσατε τὸν λόγον Κυρίου, βασιλεῖς ᾿Ιούδα, καὶ πᾶσα ᾿Ιουδαία καὶ πᾶσα ῾Ιερουσαλήμ, οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις· 21 τάδε λέγει Κύριος· φυλάσσεσθε τὰς ψυχὰς ὑμῶν καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ μὴ ἐκπορεύεσθε ταῖς πύλαις ῾Ιερουσαλὴμ 22 καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων, καθὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν 23 καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν τοῦ μὴ ἀκοῦσαί μου καὶ τοῦ μὴ δέξασθαι παιδείαν. 24 καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητέ μου, λέγει Κύριος, τοῦ μὴ εἰσφέρειν βαστάγματα διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ ποιεῖν πᾶν ἔργον, 25 καὶ εἰσελεύσονται διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης βασιλεῖς καὶ ἄρχοντες καθήμενοι ἐπὶ θρόνου Δαυὶδ καὶ ἐπιβεβηκότες ἐφ’ ἅρμασι καὶ ἵπποις αὐτῶν, αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτῶν, ἄνδρες ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλήμ, καὶ κατοικισθήσεται ἡ πόλις αὕτη εἰς τὸν αἰῶνα. 26 καὶ ἥξουσιν ἐκ τῶν πόλεων ᾿Ιούδα καὶ κυκλόθεν ῾Ιερουσαλὴμ καὶ ἐκ γῆς Βενιαμὶν καὶ ἐκ γῆς πεδινῆς καὶ ἐκ τοῦ ὄρους καὶ ἐκ τῆς πρὸς νότον φέροντες ὁλοκαυτώματα καὶ θυσίας καὶ θυμιάματα καὶ μαναὰ καὶ λίβανον, φέροντες αἴνεσιν εἰς οἶκον Κυρίου. 27 καὶ ἔσται ἐὰν μὴ ἀκούσητέ μου τοῦ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων, τοῦ μὴ αἴρειν βαστάγματα καὶ μὴ εἰσπορεύεσθαι ταῖς πύλαις ῾Ιερουσαλὴμ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἀνάψω πῦρ ἐν ταῖς πύλαις αὐτῆς, καὶ καταφάγεται ἄμφοδα ῾Ιερουσαλὴμ καὶ οὐ σβεσθήσεται. |
Κεφάλαιο 18 |
Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ιερεμίαν λέγων· 2 ἀνάστηθι, καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. 3 καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· 4 καὶ ἔπεσε τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι. 5 καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 6 εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος ᾿Ισραήλ; ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου. 7 πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν, 8 καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. 9 καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, 10 καὶ ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς. 11 καὶ νῦν εἰπὸν πρὸς ἄνδρας ᾿Ιούδα καὶ πρὸς τοὺς κατοικοῦντας ῾Ιερουσαλήμ· ἰδοὺ ἐγὼ πλάσσω ἐφ’ ὑμᾶς κακὰ καὶ λογίζομαι ἐφ’ ὑμᾶς λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τά ἐπιτηδεύματα ὑμῶν. 12 καὶ εἶπαν· ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα καὶ ἕκαστος τὰ ἀρεστά τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν. 13 διὰ τοῦτο τάδε λέγει Κύριος· ἐρωτήσατε δὴ ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτά, ἃ ἐποίησε σφόδρα παρθένος ᾿Ισραήλ; 14 μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλινῇ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; 15 ὅτι ἐπελάθοντό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν· καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν 16 τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι δι’ αὐτῆς ἐκστήσονται καὶ κινήσουσι τὴν κεφαλὴν αὐτῶν. 17 ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν. 18 Καὶ εἶπαν· δεῦτε καὶ λογισώμεθα ἐπὶ ῾Ιερεμίαν λογισμόν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προφήτου· δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ. 19 εἰσάκουσόν μου, Κύριε, καὶ εἰσάκουσον τῆς φωνῆς τοῦ δικαιώματός μου. 20 εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά; ὅτι συνελάλησαν ρήματα κακὰ τῆς ψυχῆς μου καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι· μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθά, τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπ’ αὐτῶν. 21 διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ. 22 γενηθήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν, ἐπάξεις ἐπ’ αὐτοὺς ληστὰς ἄφνω, ὅτι ἐνεχείρησαν λόγον εἰς σύλληψίν μου, καὶ παγίδας ἔκρυψαν ἐπ’ ἐμέ. 23 καὶ σύ, Κύριε, ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπ’ ἐμὲ εἰς θάνατον· μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς· γενέσθω ἡ ἀσθένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ θυμοῦ σου ποίησον ἐν αὐτοῖς. |
Κεφάλαιο 19 |
ΤΟΤΕ εἶπε Κύριος πρός με· βάδισον καὶ κτῆσαι βῖκον πεπλασμένον ὀστράκινον καὶ ἄξεις ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀπὸ τῶν ἱερέων, 2 καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν προθύρων πύλης τῆς Χαρσείθ, καὶ ἀνάγνωθι ἐκεῖ πάντας τοὺς λόγους τούτους, οὓς ἂν λαλήσω πρὸς σέ, 3 καὶ ἐρεῖς αὐτοῖς· ἀκούσατε τὸν λόγον Κυρίου, βασιλεῖς ᾿Ιούδα καὶ ἄνδρες ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακά, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει τὰ ὦτα αὐτοῦ, 4 ἀνθ’ ὧν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον καὶ ἐθυμίασαν ἐν αὐτῷ θεοῖς ἀλλοτρίοις, οἷς οὐκ ᾔδεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ οἱ βασιλεῖς ᾿Ιούδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀθῴων 5 καὶ ᾠκοδόμησαν ὑψηλὰ τῇ Βάαλ τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρί, ἃ οὐκ ἐνετειλάμην οὐδὲ διενοήθην ἐν τῇ καρδίᾳ μου. 6 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ ἔτι Διάπτωσις καὶ Πολυάνδριον υἱοῦ ᾿Εννόμ, ἀλλ’ ἢ Πολυάνδριον τῆς σφαγῆς. 7 καὶ σφάξω τὴν βουλὴν ᾿Ιούδα καὶ τὴν βουλὴν ῾Ιερουσαλὴμ ἐν τῷ τόπῳ τούτῳ καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν καὶ ἐν χερσὶ τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. 8 καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συριγμόν· πᾶς ὁ παραπορευόμενος ἐπ’ αὐτῆς σκυθρωπάσει καὶ συριεῖ ὑπὲρ πάσης τῆς πληγῆς αὐτῆς. 9 καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν καὶ τὰς σάρκας τῶν θυγατέρων αὐτῶν, καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδονται ἐν τῇ περιοχῇ καὶ ἐν τῇ πολιορκίᾳ, ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. 10 καὶ συντρίψεις τὸν βῖκον κατ’ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν ἐκπορευομένων μετά σοῦ 11 καὶ ἐρεῖς· τάδε λέγει Κύριος· οὕτως συντρίψω τὸν λαὸν τοῦτον, καὶ τὴν πόλιν ταύτην, καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι. 12 οὕτως ποιήσω, λέγει Κύριος, τῷ τόπῳ τούτῳ καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ τοῦ δοθῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν. 13 καὶ οἶκοι ῾Ιερουσαλὴμ καὶ οἶκοι βασιλέων ᾿Ιούδα ἔσονται καθὼς ὁ τόπος ὁ διαπίπτων ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν ἐν πάσαις ταῖς οἰκίαις, ἐν αἷς ἐθυμίασαν ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις. — 14 Καὶ ἦλθεν ῾Ιερεμίας ἀπὸ τῆς διαπτώσεως, οὗ ἀπέστειλεν αὐτὸν Κύριος ἐκεῖ τοῦ προφητεῦσαι, καὶ ἔστη ἐν τῇ αὐλῇ οἴκου Κυρίου καὶ εἶπε πρὸς πάντα τὸν λαόν· 15 τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτῆς καὶ ἐπὶ τὰς κώμας αὐτῆς ἅπαντα τὰ κακά, ἃ ἐλάλησα ἐπ’ αὐτήν, ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν τοῦ μὴ εἰσακούειν τῶν ἐντολῶν μου. |
Κεφάλαιο 20 |
ΚΑΙ ἤκουσε Πασχὼρ ὁ υἱὸς ᾿Εμμὴρ ὁ ἱερεύς — καὶ οὗτος ἦν καθεσταμένος ἡγούμενος οἴκου Κυρίου — τοῦ ῾Ιερεμίου προφητεύοντος τοὺς λόγους τούτους. 2 καὶ ἐπάταξεν αὐτὸν καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταρράκτην, ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ Κυρίου. 3 καὶ ἐξήγαγε Πασχὼρ τὸν ῾Ιερεμίαν ἐκ τοῦ καταρράκτου, καὶ εἶπεν αὐτῷ ῾Ιερεμίας· οὐχὶ Πασχὼρ ἐκάλεσε Κύριος τὸ ὄνομά σου, ἀλλ’ ἢ Μέτοικον. 4 διότι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς φίλοις σου, καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχθρῶν αὐτῶν, καὶ οἱ ὀφθαλμοί σου ὄψονται, καὶ σὲ καὶ πάντα ᾿Ιούδαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν αὐτοὺς καὶ κατακόψουσιν ἐν μαχαίραις. 5 καὶ δώσω τὴν πᾶσαν ἰσχὺν τῆς πόλεως ταύτης καὶ πάντας τοὺς πόνους αὐτῆς καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως ᾿Ιούδα εἰς χεῖρας ἐχθρῶν αὐτοῦ, καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα. 6 καὶ σὺ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύσεσθε ἐν αἰχμαλωσίᾳ, καὶ ἐν Βαβυλῶνι ἀποθανῇ καὶ ἐκεῖ ταφήσῃ, σὺ καὶ πάντες οἱ φίλοι σου, οἷς ἐπροφήτευσας αὐτοῖς ψευδῆ. 7 Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἠδυνάσθης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος· 8 ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγενήθη λόγος Κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν μου. 9 καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ. καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν. 10 ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν· ἐπισύστητε καὶ ἐπισυστῶμεν αὐτῷ, πάντες ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηθήσεται καὶ δυνησόμεθα αὐτῷ καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ. 11 ὁ δὲ Κύριος μετ’ ἐμοῦ καθὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν, αἳ δι’ αἰῶνος οὐκ ἐπιλησθήσονται. 12 Κύριε, δοκιμάζων δίκαια, συνίων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου. — 13 ῎ᾼσατε τῷ Κυρίῳ, αἰνέσατε αὐτῷ, ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων. — 14 ᾿Επικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα, ἐν ᾗ ἔτεκέ με ἡ μήτηρ μου, μὴ ἔστω ἐπευκτή. 15 ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων· ἐτέχθη σοι ἄρσην, εὐφραινόμενος. 16 ἔστω ὁ ἄνθρωπος ἐκεῖνος ὡς αἱ πόλεις, ἃς κατέστρεψε Κύριος ἐν θυμῷ καὶ οὐ μετεμελήθη· ἀκουσάτω κραυγῆς τῷ πρωΐ καὶ ἀλαλαγμοῦ μεσημβρίας, 17 ὅτι οὐκ ἀπέκτεινέ με ἐν μήτρᾳ μητρὸς καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ μήτρα συλλήψεως αἰωνίας. 18 ἱνατί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου; |
Κεφάλαιο 21 |
Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ιερεμίαν, ὅτε ἀπέστειλε πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκίας τὸν Πασχὼρ υἱὸν Μελχίου καὶ Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα λέγων· 2 ἐπερώτησον περὶ ἡμῶν τὸν Κύριον, ὅτι βασιλεὺς Βαβυλῶνος ἐφέστηκεν ἐφ’ ἡμᾶς, εἰ ποιήσει Κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ, καὶ ἀπελεύσεται ἀφ’ ἡμῶν. 3 καὶ εἶπε πρὸς αὐτοὺς ῾Ιερεμίας· οὕτως ἐρεῖτε πρὸς Σεδεκίαν βασιλέα ᾿Ιούδα· 4 τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ μεταστρέψω τὰ ὅπλα τὰ πολεμικά, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους, καὶ συνάξω αὐτοὺς εἰς τὸ μέσον τῆς πόλεως ταύτης 5 καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς μεγάλης 6 καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνθρώπους καί τὰ κτήνη, ἐν θανάτῳ μεγάλῳ, καὶ ἀποθανοῦνται. 7 καὶ μετὰ ταῦτα —οὕτως λέγει Κύριος— δώσω τὸν Σεδεκίαν βασιλέα ᾿Ιούδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ φείσομαι ἐπ’ αὐτοῖς καὶ οὐ μὴ οἰκτειρήσω αὐτούς. 8 καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου· 9 ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα, καὶ ζήσεται. 10 διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται, καὶ κατακαύσει αὐτήν ἐν πυρί. 11 ὁ οἶκος βασιλέως ᾿Ιούδα, ἀκούσατε λόγον Κυρίου· 12 οἶκος Δαυίδ, τάδε λέγει Κύριος· κρίνατε πρωΐ κρίμα καὶ κατευθύνατε καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων. 13 ἰδοὺ ἐγὼ πρός σε τὸν κατοικοῦντα τὴν κοιλάδα Σόρ, τὴν πεδεινήν, τοὺς λέγοντας· τίς πτοήσει ἡμᾶς; ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν; 14 καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς. |
Κεφάλαιο 22 |
ΤΑΔΕ λέγει Κύριος· πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως ᾿Ιούδα καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον 2 καὶ ἐρεῖς· ἄκουε λόγον Κυρίου, βασιλεῦ ᾿Ιούδα ὁ καθήμενος ἐπὶ θρόνου Δαυίδ, σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις· 3 τάδε λέγει Κύριος· ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβῆτε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ. 4 διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυὶδ καὶ ἐπιβεβηκότες ἐφ’ ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν, καὶ ὁ λαὸς αὐτῶν· 5 ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους, κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος. 6 ὅτι τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου βασιλέως ᾿Ιούδα· Γαλαὰδ σύ μοι, ἀρχὴ τοῦ Λιβάνου, ἐὰν μὴ θῶ σε εἰς ἔρημον, πόλεις μὴ κατοικηθησομένας· 7 καὶ ἐπάξω ἐπὶ σὲ ὀλοθρεύοντα ἄνδρα καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσι τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ. 8 καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης καὶ ἐρεῖ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· διατί ἐποίησε Κύριος οὕτως τῇ πόλει ταύτῃ τῇ μεγάλῃ; 9 καὶ ἐροῦσιν· ἀνθ’ ὧν ἐγκατέλιπον τὴν διαθήκην Κυρίου Θεοῦ αὐτῶν καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς. 10 Μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, οὐδὲ ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ. 11 διότι τάδε λέγει Κύριος ἐπὶ Σελλὴμ υἱὸν ᾿Ιωσία τὸν βασιλεύοντα ἀντὶ ᾿Ιωσίου τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου· οὐκ ἀναστρέψει ἐκεῖ ἔτι, 12 ἀλλ’ ἢ ἐν τῷ τόπῳ, οὗ μετῴκισα αὐτόν, ἐκεῖ ἀποθανεῖται καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι. — 13 ῏Ω ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ. 14 ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ριπιστὰ διεσταλμένα θυρίσι καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ. 15 μὴ βασιλεύσῃς, ὅτι σὺ παροξύνῃ ἐν ῎Αχαζ τῷ πατρί σου; οὐ φάγονται καὶ οὐ πίονται· βέλτιον ἦν σὲ ποιεῖν κρίμα καὶ δικαιοσύνην. 16 οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστι τὸ μὴ γνῶναί σε ἐμέ, λέγει Κύριος; 17 ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλὰ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδικήματα καὶ εἰς φόνον τοῦ ποιεῖν αὐτά. 18 διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ ᾿Ιωακεὶμ υἱὸν ᾿Ιωσία βασιλέα ᾿Ιούδα· οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον· οὐ μὴ κόψονται αὐτόν· ὦ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν· οἴμοι Κύριε. 19 ταφὴν ὄνου ταφήσεται, συμψηθεὶς ριφήσεται ἐπέκεινα τῆς πύλης ῾Ιερουσαλήμ. — 20 ᾿Ανάβηθι εἰς τὸν Λίβανον καὶ κράξον καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου. 21 ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας· οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς φωνῆς μου. 22 πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται· ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε. 23 κατοικοῦσα ἐν τῷ Λιβάνῳ, ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὀδύνας ὡς τικτούσης. 24 ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γενόμενος γένηται ᾿Ιεχονίας υἱὸς ᾿Ιωακεὶμ βασιλεὺς ᾿Ιούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε 25 καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων· 26 καὶ ἀπορρίψω σε καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν, οὗ οὐκ ἐτέχθης ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε. 27 εἰς δὲ τὴν γῆν, ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἀποστρέψωσιν. 28 ἠτιμώθη ᾿Ιεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ᾔδει. 29 γῆ γῆ ἀκουε λόγον Κυρίου· 30 γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυὶδ ἄρχων ἔτι ἐν τῷ ᾿Ιούδᾳ. |
Κεφάλαιο 23 |
Ω οἱ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύοντες τὰ πρόβατα τῆς νομῆς μου. 2 διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου· ὑμεῖς διεσκορπίσατε τά πρόβατά μου καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασθε αὐτά, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφ’ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν· 3 καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου ἐπὶ πάσης τῆς γῆς, οὗ ἔξωσα αὐτοὺς ἐκεῖ, καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν, καὶ αὐξηθήσονται καὶ πληθυνθήσονται· 4 καὶ ἀναστήσω αὐτοῖς ποιμένας, οἳ ποιμανοῦσιν αὐτούς, καὶ οὐ φοβηθήσονται ἔτι οὐδὲ πτοηθήσονται, λέγει Κύριος. 5 ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. 6 ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται ᾿Ιούδας, καὶ ᾿Ισραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος ᾿Ιωσεδέκ. 9 ᾿Εν τοῖς προφήταις συνετρίβη ἡ καρδία μου, ἐν ἐμοὶ ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος καὶ ὡς ἄνθρωπος συνεχόμενος ἀπὸ οἴνου ἀπὸ προσώπου Κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτοῦ. 10 ὅτι ἀπὸ προσώπου τούτων ἐπένθησεν ἡ γῆ, ἐξηράνθησαν αἱ νομαὶ τῆς ἐρήμου, καὶ ἐγένετο ὁ δρόμος αὐτῶν πονηρὸς καὶ ἡ ἰσχὺς αὐτῶν οὐχ οὕτως. 11 ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν. 12 διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσθημα ἐν γνόφῳ, καὶ ὑποσκελισθήσονται καὶ πεσοῦνται ἐν αὐτῇ· διότι ἐπάξω ἐπ’ αὐτοὺς κακὰ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν, φησὶ Κύριος. 13 καὶ ἐν τοῖς προφήταις Σαμαρείας εἶδον ἀνομήματα· ἐπροφήτευσαν διὰ τῆς Βάαλ καὶ ἐπλάνησαν τὸν λαόν μου ᾿Ισραήλ. 14 καὶ ἐν τοῖς προφήταις ῾Ιερουσαλὴμ ἑώρακα φρικτά, μοιχωμένους καὶ πορευομένους ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρῶν πονηρῶν τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς· ἐγενήθησάν μοι πάντες ὡς Σόδομα καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Γόμορρα. 15 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ὀδύνην καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρόν, ὅτι ἀπὸ τῶν προφητῶν ῾Ιερουσαλὴμ ἐξῆλθε μολυσμὸς πάσῃ τῇ γῇ. 16 οὕτως λέγει Κύριος παντοκράτωρ· μὴ ἀκούετε τοὺς λόγους τῶν προφητῶν, ὅτι ματαιοῦσιν ἑαυτοῖς ὅρασιν, ἀπὸ καρδίας αὐτῶν λαλοῦσι καὶ οὐκ ἀπὸ στόματος Κυρίου. 17 λέγουσι τοῖς ἀπωθουμένοις τὸν λόγον Κυρίου· εἰρήνη ἔσται ὑμῖν· καὶ πᾶσι τοῖς πορευομένοις τοῖς θελήμασιν αὐτῶν, παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ εἶπαν· οὐχ ἥξει ἐπὶ σὲ κακά. 18 ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου καὶ εἶδε τὸν λόγον αὐτοῦ; τίς ἠνωτίσατο καὶ ἤκουσεν; 19 ἰδοὺ σεισμὸς παρὰ Κυρίου καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμόν, συστρεφομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει. 20 καὶ οὐκ ἔτι ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως ἂν ποιήσῃ αὐτὸ καὶ ἕως ἂν στήσῃ αὐτὸ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπ’ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτά. 21 οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτούς, καὶ αὐτοὶ ἐπροφήτευον. 22 καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου καὶ εἰ ἤκουσαν τῶν λόγων μου, καὶ τὸν λαόν μου ἂν ἀπέστρεφον αὐτοὺς ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. 23 Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόρρωθεν. 24 εἰ κρυβήσεταί τις ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος. 25 ἤκουσα ἃ λαλοῦσιν οἱ προφῆται, ἃ προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου ψευδῆ λέγοντες· ἠνυπνιασάμην ἐνύπνιον. 26 ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προφητῶν τῶν προφητευόντων ψευδῆ καὶ ἐν τῷ προφητεύειν αὐτοὺς τὰ θελήματα τῆς καρδίας αὐτῶν; 27 τῶν λογιζομένων τοῦ ἐπιλαθέσθαι τοῦ νόμου μου ἐν τοῖς ἐνυπνίοις αὐτῶν, ἃ διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ, καθάπερ ἐπελάθοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βάαλ; 28 ὁ προφήτης, ἐν ᾧ τὸ ἐνύπνιόν ἐστι, διηγησάσθω τὸ ἐνύπνιον αὐτοῦ, καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτόν, διηγησάσθω τὸν λόγον μου ἐπ’ ἀληθείας. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕτως οἱ λόγοι μου, λέγει Κύριος. 29 οὐκ ἰδοὺ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει Κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν; 30 ἰδοὺ ἐγὼ διὰ τοῦτο πρὸς τοὺς προφήτας, λέγει Κύριος ὁ Θεός, τοὺς κλέπτοντας τοὺς λόγους μου ἕκαστον παρὰ τοῦ πλησίον αὐτοῦ. 31 ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς ἐκβάλλοντας προφητείας γλώσσης καὶ νυστάζοντας νυσταγμὸν ἑαυτῶν. 32 ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς προφητεύοντας ἐνύπνια ψευδῆ καὶ διηγοῦντο αὐτὰ καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς ψεύδεσιν αὐτῶν καὶ ἐν τοῖς πλάνοις αὐτῶν καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ ὠφέλειαν οὐκ ὠφελήσουσι τὸν λαὸν τοῦτον. 33 καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὗτος ἢ ἱερεὺς ἢ προφήτης λέγων· τί τὸ λῆμμα Κυρίου; καὶ ἐρεῖς αὐτοῖς· ὑμεῖς ἐστε τὸ λῆμμα καὶ ράξω ὑμᾶς, λέγει Κύριος. 34 ὁ προφήτης καὶ οἱ ἱερεῖς καὶ ὁ λαός, οἳ ἂν εἴπωσι· λῆμμα Κυρίου, καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὸν οἶκον αὐτοῦ. 35 ὅτι οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· τί ἀπεκρίθη Κύριος, καὶ τί ἐλάλησε Κύριος; 36 καὶ λῆμμα Κυρίου μὴ ὀνομάζετε ἔτι, ὅτι τὸ λῆμμα τῷ ἀνθρώπῳ ἔσται ὁ λόγος αὐτοῦ· 37 καὶ διατί ἐλάλησε Κύριος ὁ Θεὸς ἡμῶν; 38 διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ἡμῶν· ἀνθ’ ὧν εἴπατε τὸν λόγον τοῦτον· λῆμμα Κυρίου, καὶ ἀπέστειλα πρὸς ὑμᾶς λέγων· οὐκ ἐρεῖτε· λῆμμα Κυρίου, 39 διὰ τοῦτο ἰδοὺ ἐγὼ λαμβάνω καὶ ράσσω ὑμᾶς καὶ τὴν πόλιν, ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, 40 καὶ δώσω ἐφ’ ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται. — 7 Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι· ζῇ Κύριος, ὃς ἀνήγαγε τὸν οἶκον ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου, 8 ἀλλά· ζῇ Κύριος, ὃς συνήγαγε πᾶν τὸ σπέρμα ᾿Ισραὴλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν, οὗ ἔξωσεν αὐτοὺς ἐκεῖ. καὶ ἀποκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν. |
Κεφάλαιο 24 |
ΕΔΕΙΞΕ μοι Κύριος δύο καλάθους σύκων κειμένους κατὰ πρόσωπον ναοῦ Κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος τὸν ᾿Ιεχονίαν υἱὸν ᾿Ιωακεὶμ βασιλέα ᾿Ιούδα καὶ τοὺς ἄρχοντας καὶ τοὺς τεχνίτας καὶ τοὺς δεσμώτας καὶ τοὺς πλουσίους ἐξ ῾Ιερουσαλὴμ καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλῶνα· 2 ὁ κάλαθος ὁ εἷς σύκων χρηστῶν σφόδρα, ὡς τὰ σύκα τὰ πρώϊμα, καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν. 3 καὶ εἶπε Κύριος πρός με· τί σὺ ὁρᾷς, ῾Ιερεμία; καὶ εἶπα· σύκα· τὰ χρηστὰ χρηστὰ λίαν, καὶ τὰ πονηρὰ πονηρὰ λίαν, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν. 4 καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 5 τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ὡς τὰ σύκα τὰ χρηστὰ ταῦτα, οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας ᾿Ιούδα, οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαθά. καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ’ αὐτοὺς εἰς ἀγαθὰ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν ταύτην εἰς ἀγαθὰ καὶ ἀνοικοδομήσω αὐτοὺς καὶ οὐ μὴ καθελῶ καὶ καταφυτεύσω αὐτοὺς καὶ οὐ μὴ ἐκτίλω. 7 καὶ δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμέ, ὅτι ἐγώ εἰμι Κύριος, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν, ὅτι ἐπιστραφήσονται ἐπ’ ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν. 8 καὶ ὡς τὰ σύκα τὰ πονηρά, ἃ οὐ βρωθήσονται ἀπὸ πονηρίας αὐτῶν, τάδε λέγει Κύριος, οὕτως παραδώσω τὸν Σεδεκίαν βασιλέα ᾿Ιούδα καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ τὸ κατάλοιπον ῾Ιερουσαλὴμ τοὺς ὑπολελειμμένους ἐν τῇ γῇ ταύτῃ καὶ τοὺς κατοικοῦντας ἐν Αἰγύπτῳ. 9 καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς, καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ, οὗ ἔξωσα αὐτοὺς ἐκεῖ. 10 καὶ ἀποστελῶ εἰς αὐτοὺς τὸν λιμὸν καὶ τὸν θάνατον καὶ τὴν μάχαιραν, ἕως ἂν ἐκλείπωσιν ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς. |
Κεφάλαιο 25 |
Ο λόγος ὁ γενόμενος πρὸς ῾Ιερεμίαν ἐπὶ πάντα τὸν λαὸν ᾿Ιούδα ἐν τῷ ἔτει τῷ τετάρτῳ τοῦ ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα, 2 ὃν ἐλάλησε πρὸς πάντα τὸν λαὸν ᾿Ιούδα καὶ πρὸς τοὺς κατοικοῦντας ῾Ιερουσαλὴμ λέγων· 3 ἐν τῷ τρισκαιδεκάτῳ ἔτει ᾿Ιωσία υἱοῦ ᾿Αμὼς βασιλέως ᾿Ιούδα καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων καὶ λέγων 4 καὶ ἀπέστελλον πρὸς ὑμᾶς τοὺς δούλους μου τοὺς προφήτας, ὄρθρου ἀποστέλλων, καὶ οὐκ εἰσηκούσατε καὶ οὐ προσέσχετε τοῖς ὠσὶν ὑμῶν, 5 λέγων· ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων ὑμῶν, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, ἀπ’ αἰῶνος καὶ ἕως αἰῶνος. 6 μὴ πορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς, καὶ τοῦ προσκυνεῖν αὐτοῖς, ὅπως μὴ παροργίζητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν τοῦ κακῶσαι ὑμᾶς· 7 καὶ οὐκ ἠκούσατέ μου. 8 διὰ τοῦτο τάδε λέγει Κύριος· ἐπειδὴ οὐκ ἐπιστεύσατε τοῖς λόγοις μου, 9 ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήψομαι τὴν πατριὰν ἀπὸ βορρᾶ καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν καὶ εἰς συριγμὸν καὶ εἰς ὀνειδισμὸν αἰώνιον· 10 καὶ ἀπολῶ ἀπ’ αὐτῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου καὶ φῶς λύχνου. 11 καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀφανισμόν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη. 12 καὶ ἐν τῷ πληρωθῆναι τὰ ἑβδομήκοντα ἔτη, ἐκδικήσω τὸ ἔθνος ἐκεῖνο, φησὶ Κύριος, καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον· 13 καὶ ἐπάξω ἐπὶ τὴν γῆν ἐκείνην πάντας τοὺς λόγους μου, οὓς ἐλάλησα κατ’ αὐτῆς, πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ἅ ἐπροφήτευσεν ῾Ιερεμίας ἐπὶ τὰ ἔθνη. (Μασ. ΜΘ´ 34 ). 14 Τὰ Αἰλάμ. — Τάδε λέγει Κύριος· συνετρίβη τὸ τόξον Αἰλάμ, ἀρχὴ δυναστείας αὐτῶν. 15 καὶ ἐπάξω ἐπὶ Αἰλὰμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ καὶ διασπερῶ αὐτοὺς ἐν πᾶσι τοῖς ἀνέμοις τούτοις, καὶ οὐκ ἔσται ἔθνος, ὃ οὐχ ἥξει ἐκεῖ, οἱ ἐξωσμένοι Αἰλάμ. 16 καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν καὶ ἐπάξω ἐπ’ αὐτοὺς κακὰ κατά τὴν ὀργὴν τοῦ θυμοῦ μου καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου ἕως τοῦ ἐξαναλῶσαι αὐτούς. 17 καὶ θήσω τὸν θρόνον μου ἐν Αἰλὰμ καὶ ἐξαποστελῶ ἐκεῖθεν βασιλέα καὶ μεγιστᾶνας. 18 καὶ ἔσται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν Αἰλάμ, λέγει Κύριος. — ᾿Εν ἀρχῇ βασιλεύοντος Σεδεκίου βασιλέως ἐγένετο ὁ λόγος οὗτος περὶ Αἰλάμ. |
Κεφάλαιο 26 |
(Μασ. ΜΣΤ΄ .) 2 Τῌ Αἰγύπτῳ ἐπὶ δύναμιν Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου, ὃς ἦν ἐπὶ τῷ ποταμῷ Εὐφράτῃ ἐν Χαρχαμείς, ὃν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, ἐν τῷ ἔτει τῷ τετάρτῳ ᾿Ιωακεὶμ βασιλέως ᾿Ιούδα. 3 Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας καὶ προσαγάγετε εἰς πόλεμον· 4 ἐπισάξατε τοὺς ἵππους, ἐπίβητε, οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεφαλαίαις ὑμῶν· προβάλετε τά δόρατα καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμῶν. 5 τί ὅτι αὐτοὶ πτοοῦνται καὶ ἀποχωροῦσιν εἰς τὰ ὀπίσω; διότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται. φυγῇ ἔφυγον καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόθεν, λέγει Κύριος. 6 μὴ φευγέτω ὁ κοῦφος, καὶ μὴ ἀνασωζέσθω ὁ ἰσχυρός· ἐπὶ βορρᾶν τὰ παρὰ τὸν Εὐφράτην ἠσθένησαν, πεπτώκασι. 7 τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ; 8 ὕδατα Αἰγύπτου ὡσεὶ ποταμὸς ἀναβήσεται καὶ εἶπεν· ἀναβήσομαι καὶ κατακαλύψω τὴν γῆν καὶ ἀπολῶ τοὺς κατοικοῦντας ἐν αὐτῇ. 9 ἐπίβητε ἐπὶ τοὺς ἵππους, παρασκευάσατε τὰ ἅρματα, ἐξέλθατε, οἱ μαχηταὶ Αἰθιόπων καὶ Λίβυες καθωπλισμένοι ὅπλοις· καὶ Λυδοί, ἀνάβητε, ἐντείνατε τόξον. 10 καὶ ἡ ἡμέρα ἐκείνη Κυρίῳ τῷ Θεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως τοῦ ἐκδικῆσαι τοὺς ἐχθροὺς αὐτοῦ, καὶ καταφάγεται ἡ μάχαιρα Κυρίου καὶ ἐμπλησθήσεται καὶ μεθυσθήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν, ὅτι θυσία τῷ Κυρίῳ σαβαὼθ ἀπὸ γῆς βορρᾶ ἐπὶ ποταμῷ Εὐφράτῃ. 11 ἀνάβηθι Γαλαὰδ καὶ λάβε ρητίνην τῇ παρθένῳ θυγατρὶ Αἰγύπτου· εἰς κενὸν ἐπλήθυνας ἰάματά σου, ὠφέλεια οὐκ ἔστιν ἐν σοί. 12 ἤκουσαν ἔθνη φωνήν σου, καὶ τῆς κραυγῆς σου ἐπλήσθη ἡ γῆ, ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησαν, ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμφότεροι. 13 Ἅ ἐλάλησε Κύριος ἐν χειρὶ ῾Ιερεμίου τοῦ ἐλθεῖν Ναβουχοδονόσορ τὸν βασιλέα Βαβυλῶνος τοῦ κόψαι γῆν Αἰγύπτου. 14 Ἀναγγείλατε εἰς Μάγδωλον καὶ παραγγείλατε εἰς Μέμφιν, εἴπατε· ἐπίστηθι καὶ ἑτοίμασον, ὅτι κατέφαγε μάχαιρα τὴν σμίλακά σου. 15 διατί ἔφυγεν ἀπὸ σοῦ ὁ ῏Απις; ὁ μόσχος ὁ ἐκλεκτός σου οὐκ ἔμεινεν, ὅτι Κύριος παρέλυσεν αὐτόν. 16 καὶ τὸ πλῆθός σου ἠσθένησε καὶ ἔπεσε, καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἐλάλει· ἀναστῶμεν καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν εἰς τὴν πατρίδα ἡμῶν ἀπὸ προσώπου μαχαίρας ῾Ελληνικῆς. 17 καλέσατε τὸ ὄνομα Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου, Σαών–᾿Εσβί–᾿Εμωήδ. 18 ζῶ ἐγώ, λέγει Κύριος ὁ Θεός, ὅτι ὡς τὸ ᾿Ιταβύριον ἐν τοῖς ὄρεσι καὶ ὡς ὁ Κάρμηλος ἐν τῇ θαλάσσῃ ἥξει. 19 σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ, κατοικοῦσα θύγατερ Αἰγύπτου, ὅτι Μέμφις εἰς ἀφανισμὸν ἔσται καὶ κληθήσεται οὐαὶ διὰ τὸ μὴ ὑπάρχειν κατοικοῦντας ἐν αὐτῇ. 20 δάμαλις κεκαλλωπισμένη Αἴγυπτος, ἀπόσπασμα ἀπὸ βορρᾶ ἦλθεν ἐπ’ αὐτήν. 21 καὶ οἱ μισθωτοὶ αὐτῆς ἐν αὐτῇ ὥσπερ μόσχοι σιτευτοὶ τρεφόμενοι ἐν αὐτῇ, διότι καὶ αὐτοὶ ἀπεστράφησαν καὶ ἔφυγον ὁμοθυμαδόν, οὐκ ἔστησαν, ὅτι ἡμέρα ἀπωλείας ἦλθεν ἐπ’ αὐτοὺς καὶ καιρὸς ἐκδικήσεως αὐτῶν. 22 φωνὴ ὡς ὄφεως συρίζοντος, ὅτι ἐν ἄμμῳ πορεύονται· ἐν ἀξίναις ἥξουσιν ἐπ’ αὐτὴν ὡς κόπτοντες ξύλα. 23 ἐκκόψουσι τὸν δρυμὸν αὐτῆς, λέγει Κύριος ὁ Θεός, ὅτι οὐ μὴ εἰκασθῇ, ὅτι πληθύνει ὑπὲρ ἀκρίδα καὶ οὐκ ἔστιν αὐτοῖς ἀριθμός. 24 κατῃσχύνθη ἡ θυγάτηρ Αἰγύπτου, παρεδόθη εἰς χεῖρας λαοῦ ἀπὸ βορρᾶ. 25 ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν ᾿Αμμὼν τὸν υἱὸν αὐτῆς ἐπὶ Φαραώ καὶ ἐπὶ τοὺς πεποιθότας ἐπ’ αὐτῷ. 27 σὺ δὲ μὴ φοβηθῇς, δοῦλός μου ᾿Ιακώβ, μηδὲ πτοηθῇς, ᾿Ισραήλ· διότι ἐγὼ ἰδοὺ σῴζων σε μακρόθεν καὶ τὸ σπέρμα σου ἐκ τῆς αἰχμαλωσίας αὐτῶν, καὶ ἀναστρέψει ᾿Ιακὼβ καὶ ἡσυχάσει καὶ ὑπνώσει, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν. 28 μὴ φοβοῦ, παῖς μου ᾿Ιακώβ, λέγει Κύριος, ὅτι μετὰ σοῦ ἐγώ εἰμι· ἡ ἀπτόητος καὶ τρυφερὰ παρεδόθη· ὅτι ποιήσω ἔθνει συντέλειαν ἐν παντὶ ἔθνει, εἰς οὓς ἔξωσά σε ἐκεῖ, σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν· καὶ παιδεύσω σε εἰς κρίμα καὶ ἀθῷον οὐκ ἀθῳώσω σε. |
Κεφάλαιο 27 |
(Μασ. Ν΄ .) ΛΟΓΟΣ Κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα. 2 Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε, εἴπατε· ἑάλωκε Βαβυλών, κατῃσχύνθη Βῆλος ἡ ἀπτόητος, ἡ τρυφερὰ παρεδόθη Μαρωδάχ. 3 ὅτι ἀνέβη ἐπ’ αὐτὴν ἔθνος ἀπὸ βορρᾶ· οὗτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν, καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους. 4 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ ᾿Ισραήλ, αὐτοὶ καὶ οἱ υἱοὶ ᾿Ιούδα ἐπὶ τὸ αὐτό· βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν Κύριον Θεὸν αὐτῶν ζητοῦντες. 5 ἕως Σιὼν ἐρωτήσουσι τὴν ὁδόν, ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσι· καὶ ἥξουσι καὶ καταφεύξονται πρὸς Κύριον τὸν Θεόν, διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται. 6 πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἔξωσαν αὐτούς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὐτῶν. 7 πάντες οἱ εὑρίσκοντες αὐτοὺς ἀνήλισκον αὐτούς, οἱ ἐχθροὶ αὐτῶν εἶπαν· μὴ ἀνῶμεν αὐτούς· ἀνθ’ ὧν ἥμαρτον τῷ Κυρίῳ νομὴ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν. 8 ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων. 9 ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς βορρᾶ, καὶ παρατάξονται αὐτῇ· ἐκεῖθεν ἁλώσεται, ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή. 10 καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν, πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται, 11 ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου, διότι ἐσκιρτᾶτε ὡς βοΐδια ἐν βοτάνῃ καὶ ἐκερατίζετε ὡς ταῦροι. 12 ᾐσχύνθη ἡ μήτηρ ὑμῶν σφόδρα, ἐνετράπη ἡ τεκοῦσα ὑμᾶς μήτηρ ἐπ’ ἀγαθὰ ἐσχάτη ἐθνῶν ἔρημος. 13 ἀπὸ ὀργῆς Κυρίου οὐ κατοικηθήσεται. καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα, καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς. 14 παρατάξασθε ἐπὶ Βαβυλῶνα κύκλῳ, πάντες τείνοντες τόξον· τοξεύσατε ἐπ’ αὐτήν, μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν. 15 κατακρατήσατε αὐτήν· παρελύθησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς, ὅτι ἐκδίκησις παρὰ Θεοῦ ἐστιν· ἐκδικεῖτε ἐπ’ αὐτήν· καθὼς ἐποίησε, ποιήσατε αὐτῇ. 16 ἐξολοθρεύσασθε σπέρμα ἐκ Βαβυλῶνος, κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ· ἀπὸ προσώπου μαχαίρας ῾Ελληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσι καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται. 17 Πρόβατον πλανώμενον ᾿Ισραήλ, λέοντες ἔξωσαν αὐτόν· ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς ᾿Ασσοὺρ καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος. 18 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ, καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα ᾿Ασσούρ. 19 καὶ ἀποκαταστήσω τὸν ᾿Ισραὴλ εἰς τὴν νομὴν αὐτοῦ, καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει ᾿Εφραὶμ καὶ ἐν τῷ Γαλαὰδ καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ. 20 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσι τὴν ἀδικίαν ᾿Ισραήλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας ᾿Ιούδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς, λέγει Κύριος. — 21 Πικρῶς ἐπίβηθι ἐπ’ αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπ’ αὐτήν· ἐκδίκησον, μάχαιρα, καὶ ἀφάνισον, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα, ὅσα ἐντέλλομαί σοι. 22 φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων. 23 πῶς ἐκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς; πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν; 24 ἐπιθήσονταί σοι, καὶ ἁλώσῃ, ὦ Βαβυλών, καὶ οὐ γνώσῃ· εὑρέθης καὶ ἐλήφθης, ὅτι τῷ Κυρίῳ ἀντέστης. 25 ἤνοιξε Κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκε τὰ σκεύη ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ Κυρίῳ Θεῷ ἐν γῇ Χαλδαίων, 26 ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολοθρεύσατε αὐτήν, μὴ γενέσθω αὐτῆς κατάλειμμα. 27 ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς, καὶ καταβήτωσαν εἰς σφαγήν· οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν. 28 φωνὴ φευγόντων καὶ ἀνασῳζομένων ἐκ γῆς Βαβυλῶνος τοῦ ἀναγγεῖλαι εἰς Σιὼν τὴν ἐκδίκησιν παρὰ Κυρίου Θεοῦ ἡμῶν. 29 παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς, παντὶ ἐντείνοντι τόξον· παρεμβάλλετε ἐπ’ αὐτὴν κυκλόθεν, μὴ ἔστω αὐτοῖς ἀνασῳζόμενος· ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς, κατὰ πάντα, ὅσα ἐποίησε, ποιήσατε αὐτῇ, ὅτι πρὸς Κύριον ἀντέστη Θεὸν ἅγιον τοῦ ᾿Ισραήλ. 30 διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ριφήσονται, εἶπε Κύριος. 31 ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει Κύριος, ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου· 32 καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσεῖται, καὶ οὐδεὶς ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς. 33 Τάδε λέγει Κύριος· καταδεδυνάστευνται οἱ υἱοὶ ᾿Ισραὴλ καὶ οἱ υἱοὶ ᾿Ιούδα ἅμα, πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς, ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς. 34 καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ· κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ, ὅπως ἐξάρῃ τὴν γῆν, καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα. 35 μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα καὶ ἐπὶ τοὺς μεγιστᾶνας αὐτῆς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτῆς· 36 μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῆς, καὶ παραλυθήσονται· μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτῶν καὶ ἐπὶ τὰ ἅρματα αὐτῶν· 37 μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν καὶ ἐπὶ τὸν σύμμεικτον τὸν ἐν μέσῳ αὐτῆς, καὶ ἔσονται ὡσεὶ γυναῖκες· μάχαιραν ἐπὶ τοὺς θησαυροὺς αὐτῆς, καὶ διασκορπισθήσονται. 38 ἐπὶ τῷ ὕδατι αὐτῆς ἐπεποίθει καὶ καταισχυνθήσονται, ὅτι γῆ τῶν γλυπτῶν ἐστι, καὶ ἐν ταῖς νήσοις, οὗ κατεκαυχῶντο. 39 διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις, καὶ κατοικήσουσιν ἐν αὐτῇ θυγατέρες σειρήνων· οὐ μὴ κατοικηθῇ οὐκέτι εἰς τὸν αἰῶνα. 40 καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα καὶ τὰς ὁμορούσας αὐταῖς, εἶπε Κύριος, οὐ μὴ κατοικήσει ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ παροικήσει ἐκεῖ υἱὸς ἀνθρώπου. 41 ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται ἀπ’ ἐσχάτου τῆς γῆς, 42 τόξον καὶ ἐγχειρίδιον ἔχοντες· ἰταμός ἐστι καὶ οὐ μὴ ἐλεήσῃ· ἡ φωνὴ αὐτῶν ὡς θάλασσα ἠχήσει, ἐφ’ ἵπποις ἱππάσονται παρεσκευασμένοι, ὥσπερ πῦρ, εἰς πόλεμον πρὸς σέ, θύγατερ Βαβυλῶνος. 43 ἤκουσε βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν, καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ· θλῖψις κατεκράτησεν αὐτοῦ, ὠδῖνες ὡς τικτούσης. 44 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ ᾿Ιορδάνου εἰς τόπον Αἰθάμ, ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ’ αὐτῆς καὶ πάντα νεανίσκον ἐπ’ αὐτὴν ἐπιστήσω. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου; 45 διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν Κυρίου, ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα, καὶ λογισμοὺς αὐτοῦ, οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους· ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν, ἐὰν μὴ ἀφανισθῇ νομὴ ἀπ’ αὐτῶν. 46 ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ, καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται. |
Κεφάλαιο 28 |
(Μασ. ΝΑ΄ .) ΤΑΔΕ λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα. 2 καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς, καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς. 3 τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ καὶ περιθέσθω ᾧ ἐστιν ὅπλα αὐτῷ, καὶ μὴ φείσησθε ἐπὶ τοὺς νεανίσκους αὐτῆς καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς· 4 καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς. 5 διότι οὐκ ἐχήρευσεν ᾿Ισραὴλ καὶ ᾿Ιούδας ἀπὸ Θεοῦ αὐτῶν, ἀπὸ Κυρίου παντοκράτορος, ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων ᾿Ισραήλ. 6 φεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασῴζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ ἀπορριφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς, ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστι παρὰ Κυρίου, ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ. 7 ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ Κυρίου μεθύσκον πᾶσαν τὴν γῆν· ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη, διὰ τοῦτο ἐσαλεύθησαν. 8 καὶ ἄφνω ἔπεσε Βαβυλὼν καὶ συνετρίβη· θρηνεῖτε αὐτήν, λάβετε ρητίνην τῇ διαφθορᾷ αὐτῆς, εἴ πως ἰαθήσεται. 9 ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ, ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς, ἐξῇρεν ἕως τῶν ἄστρων. 10 ἐξήνεγκε Κύριος τὸ κρίμα αὐτοῦ· δεῦτε καὶ ἀναγγείλωμεν ἐν Σιὼν τὰ ἔργα Κυρίου τοῦ Θεοῦ ἡμῶν. 11 παρασκευάζετε τὰ τοξεύματα, πληροῦτε τὰς φαρέτρας. ἤγειρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων, ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολοθρεῦσαι αὐτήν, ὅτι ἐκδίκησις Κυρίου ἐστίν, ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν. 12 ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον, ἐπιστήσατε φαρέτρας, ἐγείρατε φυλακάς, ἑτοιμάσατε ὅπλα, ὅτι ἐνεχείρησε καὶ ποιήσει Κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα, 13 κατασκηνοῦντας ἐφ’ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς· ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχνα σου. 14 ὅτι ὤμοσε Κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ· διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων, καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες. — 15 Κύριος ποιῶν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν, 16 εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν οὐρανῷ καὶ ἀνήγαγε νεφέλας ἀπ’ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε καὶ ἐξήγαγε φῶς ἐκ θησαυρῶν αὐτοῦ. 17 ἐματαιώθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστι πνεῦμα ἐν αὐτοῖς· 18 μάταιά ἐστιν, ἔργα μεμωκημένα, ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται. 19 οὐ τοιαύτη μερὶς τῷ ᾿Ιακώβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστι κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ. — 20 Διασκορπίζεις σύ μοι σκεύη πολέμου, καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς 21 καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἐπιβάτην αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν 22 καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα 23 καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου. 24 καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν, ἃς ἐποίησαν ἐπὶ Σιὼν κατ’ ὀφθαλμοὺς ὑμῶν, λέγει Κύριος. 25 ἰδοὺ ἐγὼ πρός σε, τὸ ὄρος τὸ διεφθαρμένον, τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἐπὶ τῶν πετρῶν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον· 26 καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον, ὅτι εἰς ἀφανισμὸν ἔσῃ εἰς τὸν αἰῶνα, λέγει Κύριος. 27 Ἄρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε ἐν ἔθνεσι σάλπιγγι, ἁγιάσατε ἐπ’ αὐτὴν ἔθνη, παραγγείλατε ἐπ’ αὐτὴν βασιλείαις ᾿Αραρὰτ παρ’ ἐμοῦ καὶ τοῖς ᾿Ασχαναζαίοις, ἐπιστήσατε ἐπ’ αὐτὴν βελοστάσεις, ἀναβιβάσατε ἐπ’ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος. 28 ἀναβιβάσατε ἐπ’ αὐτὴν ἔθνη, τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς, τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ. 29 ἐσείσθη ἡ γῆ καὶ ἐπόνεσε, διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς Κυρίου τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν. 30 ἐξέλιπε μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν, καθήσονται ἐκεῖ ἐν περιοχῇ, ἐθραύσθη ἡ δυναστεία αὐτῶν, ἐγενήθησαν ὡσεὶ γυναῖκες, ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς, συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς. 31 διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος, ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ, 32 ἀπ’ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήφθησαν, καὶ τὰ συστήματα αὐτῶν ἐνέπρησαν ἐν πυρί, καὶ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται. 33 διότι τάδε λέγει Κύριος· οἶκοι βασιλέως Βαβυλῶνος ὡς ἅλων ὥριμος ἁλοηθήσονται· ἔτι μικρὸν καὶ ἥξει ὁ ἄμητος αὐτῆς. 34 κατέφαγέ με, ἐμερίσατό με, κατέλαβέ με σκεῦος λεπτόν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος· κατέπιέ με ὡς δράκων, ἔπλησε τὴν κοιλίαν αὐτοῦ, ἀπὸ τῆς τρυφῆς μου ἔξωσέ με· 35 οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα. ἐρεῖ κατοικοῦσα Σιών· καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους, ἐρεῖ ῾Ιερουσαλήμ· 36 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς. 37 καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμόν, καὶ οὐ κατοικηθήσεται. 38 ὅτι ἅμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων. 39 ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς καὶ μεθύσω αὐτούς, ὅπως καρωθῶσι καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐξεγερθῶσι, λέγει Κύριος· 40 καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετ’ ἐρίφων. 41 πῶς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς; πῶς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοῖς ἔθνεσιν; 42 ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα ἐν ἤχῳ κυμάτων αὐτῆς, καὶ κατεκαλύφθη. 43 ἐγενήθησαν αἱ πόλεις αὐτῆς ὡς γῆ ἄνυδρος καὶ ἄβατος, οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἷς, οὐδὲ μὴ καταλύσει ἐν αὐτῇ υἱὸς ἀνθρώπου. 44 καὶ ἐκδικήσω ἐπὶ Βαβυλῶνα καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς, καὶ οὐ μὴ συναχθῶσι πρὸς αὐτὴν ἔτι τὰ ἔθνη· 49 καὶ ἐν Βαβυλῶνι πεσοῦνται τραυματίαι πάσης τῆς γῆς. 50 ἀνασῳζόμενοι ἐκ γῆς πορεύεσθε καὶ μὴ ἵστασθε· οἱ μακρόθεν, μνήσθητε τοῦ Κυρίου, καὶ ῾Ιερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν. 51 ᾐσχύνθημεν, ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν, κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν, εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν, εἰς οἶκον Κυρίου. 52 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς, καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι. 53 ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανὸς καὶ ὅτι ἐὰν ὀχυρώσῃ τὰ τείχῃ ἰσχύϊ αὐτῆς, παρ’ ἐμοῦ ἥξουσιν ἐξολοθρεύοντες αὐτήν, λέγει Κύριος. 54 φωνὴ κραυγῆς ἐν Βαβυλῶνι, καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων, 55 ὅτι ἐξωλόθρευσε Κύριος τὴν Βαβυλῶνα καὶ ἀπώλεσεν ἀπ’ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά, ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς. 56 ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία, ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς, ἐπτόηται τὸ τόξον αὐτῶν, ὅτι ὁ Θεὸς ἀνταποδίδωσιν αὐτοῖς. 57 Κύριος ἀνταποδίδωσιν αὐτῷ τὴν ἀνταπόδοσιν· καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς, λέγει ὁ βασιλεύς, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ. 58 τάδε λέγει Κύριος· τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται, καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐμπυρισθήσονται, καὶ οὐ κοπιάσουσι λαοὶ εἰς κενόν, καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν. 59 Ὁ λόγος, ὃν ἐνετείλατο Κύριος ῾Ιερεμίᾳ τῷ προφήτῃ εἰπεῖν τῷ Σαραίᾳ υἱῷ Νηρίου, υἱοῦ Μαασαίου, ὅτε ἐπορεύετο παρὰ Σεδεκίου βασιλέως ᾿Ιούδα εἰς Βαβυλῶνα, ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ, καὶ Σαραίας ἄρχων δώρων. 60 καὶ ἔγραψεν ῾Ιερεμίας πάντα τὰ κακά, ἃ ἥξει ἐπὶ Βαβυλῶνα, ἐν βιβλίῳ ἑνί, πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλῶνα. 61 καὶ εἶπεν ῾Ιερεμίας πρὸς Σαραίαν· ὅταν ἔλθῃς εἰς Βαβυλῶνα, καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους 62 καὶ ἐρεῖς· Κύριε Κύριε, σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον τοῦ ἐξολοθρεῦσαι αὐτὸν καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται. 63 καὶ ἔσται ὅταν παύσῃ τοῦ ἀναγινώσκειν τὸ βιβλίον τοῦτο, καὶ ἐπιδήσεις ἐπ’ αὐτὸ λίθον καὶ ρίψεις αὐτὸ εἰς μέσον τοῦ Εὐφράτου 64 καὶ ἐρεῖς· οὕτως καταδύσεται Βαβυλὼν καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ’ αὐτήν. |
Κεφάλαιο 29 |
Ἐπὶ τοὺς ἀλλοφύλους. (Μασ. ΜΖ΄ 1-7) ΤΑΔΕ λέγει Κύριος· 2 ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρᾶ καὶ ἔσται εἰς χειμάρρουν κατακλύζοντα καὶ κατακλύσει γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· καὶ κεκράξονται οἱ ἄνθρωποι, καὶ ἀλαλάξουσιν ἅπαντες οἱ κατοικοῦντες τὴν γῆν. 3 ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ, ἀπὸ τῶν ὁπλῶν τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων αὐτοῦ, ἤχου τροχῶν αὐτοῦ οὐκ ἐπέστρεψαν πατέρες ἐφ’ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν 4 ἐν τῇ ἡμέρᾳ τῇ ἐπερχομένῃ τοῦ ἀπολέσαι πάντας τοὺς ἀλλοφύλους. καὶ ἀφανιῶ τὴν Τύρον καὶ τὴν Σιδῶνα καὶ πάντας τοὺς καταλοίπους τῆς βοηθείας αὐτῶν, ὅτι ἐξολοθρεύσει Κύριος τοὺς καταλοίπους τῶν νήσων. 5 ἥκει φαλάκρωμα ἐπὶ Γάζαν, ἀπερρίφη ᾿Ασκάλων καὶ οἱ κατάλοιποι ᾿Ενακίμ. 6 ἕως τίνος κόψεις, ἡ μάχαιρα τοῦ Κυρίου; ἕως τίνος οὐχ ἡσυχάσεις; ἀποκατάστηθι εἰς τὸν κολεόν σου, ἀνάπαυσαι καὶ ἐπάρθητι. 7 πῶς ἡσυχάσει; καὶ Κύριος ἐνετείλατο αὐτῇ ἐπὶ τὴν ᾿Ασκάλωνα καὶ ἐπὶ τὰς παραθαλασσίους, ἐπὶ τὰς καταλοίπους, ἐπεγερθῆναι. Τῇ ᾿Ιδουμαίᾳ (Μασ. ΜΘ´, 7–22 ). Τάδε λέγει Κύριος· οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμάν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ᾤχετο σοφία αὐτῶν, 8 ἠπατήθη ὁ τόπος αὐτῶν. βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδάν, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπ’ αὐτὸν ἐν χρόνῳ, ᾧ ἐπεσκεψάμην ἐπ’ αὐτόν. 9 ὅτι τρυγηταὶ ἦλθόν σοι, οἳ οὐ καταλείψουσί σοι κατάλειμμα· ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσι χεῖρα αὐτῶν. 10 ὅτι ἐγὼ κατέσυρα τὸν ῾Ησαῦ, ἀνεκάλυψα τά κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται· ὤλοντο διά χεῖρα ἀδελφοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ, καὶ οὐκ ἔστιν 11 ὑπολείπεσθαι ὀρφανόν σου, ἵνα ζήσητε· καὶ ἐγὼ ζήσομαι, καὶ αἱ χῆραι ἐπ’ ἐμὲ πεποίθασιν. 12 ὅτι τάδε εἶπε Κύριος· οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς, ὅτι πίνων πίεσαι· 13 ὅτι κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα. 14 ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε· συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν, ἀνάστητε εἰς πόλεμον. 15 μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, εὐκαταφρόνητον ἐν ἀνθρώποις. 16 ἡ παιγνία σου ἐνεχείρησέ σοι, ἰταμία καρδίας σου κατέλυσε τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖθεν καθελῶ σε· 17 καὶ ἔσται ἡ ᾿Ιδουμαία εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπ’ αὐτὴν συριεῖ. 18 ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμορρα καὶ αἱ πάροικοι αὐτῆς, εἶπε Κύριος παντοκράτωρ, οὐ μὴ καθίσει ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσει ἐκεῖ υἱὸς ἀνθρώπου. 19 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ ᾿Ιορδάνου εἰς τόπον Αἰθάμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ’ αὐτῆς· καὶ τοὺς νεανίσκους ἐπ’ αὐτὴν ἐπιστήσατε, ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου; 20 διὰ τοῦτο ἀκούσατε βουλὴν Κυρίου, ἣν ἐβουλεύσατο ἐπὶ τὴν ᾿Ιδουμαίαν, καὶ λογισμὸν αὐτοῦ, ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμάν· ἐὰν μὴ συμψηθῶσι τὰ ἐλάχιστα τῶν προβάτων, ἐὰν μὴ ἀβατωθῇ ἐπ’ αὐτοὺς κατάλυσις αὐτῶν· 21 ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐφοβήθη ἡ γῆ, καὶ κραυγή σου ἐν θαλάσσῃ ἠκούσθη. 22 ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπ’ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς ᾿Ιδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσης. |
Κεφάλαιο 30 |
Τοῖς υἱοῖς ᾿Αμμὼν (Μασ. ΜΘ´, 1–5 ) ΟΥΤΩΣ εἶπε Κύριος· μὴ υἱοὶ οὐκ εἰσὶν ἐν ᾿Ισραήλ, ἢ παραληψόμενος οὐκ ἔστιν αὐτοῖς; διατί παρέλαβε Μελχὸλ τὴν Γαλαάδ, καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει; 2 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ ἀκουτιῶ ἐπὶ Ραββὰθ θόρυβον πολέμων, καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν, καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται, καὶ παραλήψεται ᾿Ισραὴλ τὴν ἀρχὴν αὐτοῦ. 3 ἀλάλαξον ᾿Εσεβών, ὅτι ὤλετο Γαΐ· κεκράξατε θυγατέρες Ραββάθ, περιζώσασθε σάκκους καὶ κόψασθε, ὅτι Μελχὸλ βαδιεῖται ἐν ἀποικίᾳ, οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. 4 τί ἀγαλλιᾶσθε ἐν τοῖς πεδίοις ᾿Ενακείμ, θύγατερ ἰταμίας, ἡ πεποιθυῖα ἐπὶ θησαυροῖς αὐτῆς, ἡ λέγουσα· τίς εἰσελεύσεται ἐπ’ ἐμέ; 5 ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ, εἶπε Κύριος, ἀπὸ πάσης τῆς περιοίκου σου, καὶ διασπαρήσεσθε ἕκαστος εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ οὐκ ἔσται ὁ συνάγων. 6 Τῇ Κηδὰρ τῇ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος. (Μασ. ΜΘ´, 28-33 ). Οὕτως εἶπε Κύριος· ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδὰρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδέμ· 7 σκηνὰς αὐτῶν καὶ τὰ πρόβατα αὐτῶν λήψονται, ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήψονται ἑαυτοῖς· καὶ καλέσατε ἐπ’ αὐτοὺς ἀπώλειαν κυκλόθεν. 8 φεύγετε λίαν, βαθύνατε εἰς κάθισιν, καθήμενοι ἐν τῇ αὐλῇ, ὅτι ἐβουλεύσατο ἐφ’ ὑμᾶς βασιλεὺς Βαβυλῶνος βουλὴν καὶ ἐλογίσατο ἐφ’ ὑμᾶς λογισμόν. 9 ἀνάστηθι καὶ ἀνάβηθι ἐπ’ ἔθνος εὐσταθοῦν, καθήμενον εἰς ἀναψυχήν, οἷς οὐκ εἰσὶ θύραι, οὐ βάλανοι, οὐ μοχλοί, μόνοι καταλύουσι. 10 καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν· καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν, ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν, εἶπε Κύριος. 11 καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν καὶ ἄβατος ἕως αἰῶνος, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου. 12 Τῇ Δαμασκῷ. (Μασ. ΜΘ´, 23–27 ). Κατῃσχύνθη ᾿Ημὰθ καὶ ᾿Αρφάδ, ὅτι ἤκουσαν ἀκοὴν πονηράν· ἐξέστησαν, ἐθυμώθησαν, ἀναπαύσασθαι οὐ μὴ δύνωνται. 13 ἐξελύθη Δαμασκός, ἀπεστράφη εἰς φυγήν, τρόμος ἐπελάβετο αὐτῆς. 14 πῶς οὐχὶ ἐγκατέλιπε πόλιν ἐμήν; κώμην ἠγάπησαν· 15 διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται, φησὶ Κύριος· 16 καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ ῎Αδερ. |
Κεφάλαιο 31 |
(Μασ. ΜΗ´) Τῇ Μωάβ. ΟΥΤΩΣ εἶπε Κύριος· οὐαὶ ἐπὶ Ναβαῦ, ὅτι ὤλετο· ἐλήφθη Καριαθαίμ, ᾐσχύνθη ᾿Αμὰθ καὶ ἡττήθη. 2 οὐκ ἔστιν ἔτι ἰατρεία Μωάβ, γαυρίαμα ἐν ᾿Εσεβών· ἐλογίσαντο ἐπ’ αὐτὴν κακά· ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους, καὶ παῦσιν παύσεται, ὄπισθέν σου βαδιεῖται μάχαιρα. 3 ὅτι φωνὴ κεκραγότων ἐξ ᾿Ωρωναίμ, ὄλεθρος καὶ σύντριμμα μέγα· 4 συνετρίβη Μωάβ, ἀναγγείλατε εἰς Ζογόρα, 5 ὅτι ἐπλήσθη ᾿Αλὼθ ἐν κλαυθμῷ, ἀναβήσεται κλαίων ἐν ὁδῷ ᾿Ωρωναίμ, κραυγὴν συντρίμματος ἠκούσατε· 6 φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν καὶ ἔσεσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ. 7 ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώμασί σου, καὶ σὺ συλληφθήσῃ· καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικίᾳ καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. 8 καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν, καὶ πόλις οὐ μὴ σωθῇ, καὶ ἀπολεῖται ὁ αὐλών, καὶ ἐξολοθρευθήσεται ἡ πεδινή, καθὼς εἶπε Κύριος. 9 δότε σημεῖα τῇ Μωάβ, ὅτι ἁφῇ ἀναφθήσεται, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται· πόθεν ἔνοικος αὐτῇ; 10 ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, ἐξαίρων μάχαιραν αὐτοῦ ἀφ’ αἵματος. 11 ἀνεπαύσατο Μωὰβ ἐκ παιδαρίου καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ, οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο· διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπε. 12 διὰ τοῦτο ἰδοὺ ἡμέραι αὐτοῦ ἔρχονται, φησὶ Κύριος, καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσι καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσι. 13 καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμώς, ὥσπερ κατῃσχύνθη οἶκος ᾿Ισραὴλ ἀπὸ Βαιθὴλ ἐλπίδος αὐτῶν πεποιθότες ἐπ’ αὐτοῖς. 14 πῶς ἐρεῖτε· ἰσχυροί ἐσμεν καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά; 15 ὤλετο Μωὰβ πόλις αὐτοῦ, καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σφαγήν· 16 ἐγγὺς ἡμέρα Μωὰβ ἐλθεῖν, καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα. 17 κινήσατε αὐτῷ, πάντες κυκλόθεν αὐτοῦ, πάντες εἰδότες ὄνομα αὐτοῦ· εἴπατε· πῶς συνετρίβη βακτηρία εὐκλεής, ράβδος μεγαλώματος; 18 κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασίᾳ, καθημένη Δαιβών· ἐκτριβήσεται, ὅτι ὤλετο Μωάβ, ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου. 19 ἐφ’ ὁδοῦ στῆθι καὶ ἔπιδε, καθημένη ἐν ᾿Αροήρ, καὶ ἐρώτησον φεύγοντα καὶ σῳζόμενον καὶ εἰπόν· τί ἐγένετο; 20 κατῃσχύνθη Μωάβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν ᾿Αρνών, ὅτι ὤλετο Μωάβ· 21 καὶ κρίσις ἔρχεται εἰς τὴν γῆν Μεισὼρ ἐπὶ Χελὼν καὶ Ρεφὰς καὶ Μωφὰθ 22 καὶ ἐπὶ Δαιβὼν καὶ ἐπὶ Ναβαῦ καὶ ἐπ’ οἶκον Δαιβλαθαὶμ 23 καὶ ἐπὶ Καριαθαὶμ καὶ ἐπ’ οἶκον Γαιμὼλ καὶ ἐπ’ οἶκον Μαὼν 24 καὶ ἐπὶ Καριὼθ καὶ ἐπὶ Βοσὸρ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωὰβ τὰς πόρρω καὶ τὰς ἐγγύς. 25 κατεάχθη κέρας Μωάβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη. 26 μεθύσατε αὐτόν, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη· καὶ ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὐτοῦ καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός. 27 καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι ᾿Ισραήλ; ἢ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν; 28 κατέλιπον τὰς πόλεις καὶ ᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωάβ, ἐγενήθησαν ὥσπερ περιστεραί νοσσεύουσαι ἐν πέτραις στόματι βοθύνου. 29 ἤκουσα ὕβριν Μωάβ, ὕβρισε λίαν ὕβριν αὐτοῦ καὶ ὑπερηφανίαν αὐτοῦ, καὶ ὑψώθη ἡ καρδία αὐτοῦ. 30 ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν αὐτοῦ, οὐχ οὕτως ἐποίησε. 31 διὰ τοῦτο ἐπὶ Μωὰβ ὀλολύζετε πάντοθεν, βοήσατε ἐπ’ ἄνδρας κειράδας αὐχμοῦ· 32 ὡς κλαυθμὸν ᾿Ιαζὴρ ἀποκλαύσομαί σοι, ἄμπελος Σεβημά, κλήματά σου διῆλθε θάλασσαν, ᾿Ιαζὴρ ἥψαντο· ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσε. 33 συνεψήθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβίτιδος καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου· πρωΐ οὐκ ἐπάτησαν οὐδὲ δείλης, οὐκ ἐποίησαν αἰδάδ. 34 ἀπὸ κραυγῆς ᾿Εσεβὼν ἕως ᾿Ελεαλὴ αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν, ἀπὸ Ζογὸρ ἕως ᾿Ωρωναὶμ καὶ ᾿Αγλάθ–Σαλισία, ὅτι καὶ τὸ ὕδωρ Νεβρεὶν εἰς κατάκαυμα ἔσται. 35 καὶ ἀπολῶ τὸν Μωάβ, φησὶ Κύριος, ἀναβαίνοντα ἐπὶ τὸν βωμὸν καὶ θυμιῶντα θεοῖς αὐτοῦ. 36 διὰ τοῦτο καρδία μου, Μωάβ, ὥσπερ αὐλοὶ βομβήσουσι, καρδία μου ἐπ’ ἀνθρώπους κειράδας ὥσπερ αὐλὸς βομβήσει· διὰ τοῦτο ἃ περιεποιήσατο, ἀπώλετο ἀπὸ ἀνθρώπου. 37 πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρηθήσονται, καὶ πᾶς πώγων ξυρηθήσεται, καὶ πᾶσαι χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσφύος σάκκος. 38 καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωὰβ καὶ ἐπὶ ταῖς πλατείαις αὐτῆς, ὅτι συνέτριψα τὸν Μωάβ, φησὶ Κύριος, ὡς ἀγγεῖον, οὗ οὐκ ἔστι χρεία αὐτοῦ. 39 πῶς κατήλλαξε; πῶς ἔστρεψε νῶτον Μωάβ; ᾐσχύνθη καὶ ἐγένετο Μωὰβ εἰς γέλωτα καὶ ἐγκότημα πᾶσι τοῖς κύκλῳ αὐτῆς. 40 ὅτι οὕτως εἶπε Κύριος· 41 ἐλήφθη ᾿Ακκαριώθ, καὶ τὰ ὀχυρώματα συνελήφθη· 42 καὶ ἀπολεῖται Μωὰβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν Κύριον ἐμεγαλύνθη. 43 παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ σοί, καθήμενος Μωάβ· 44 ὁ φεύγων ἀπὸ προσώπου τοῦ φόβου ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοθύνου συλληφθήσεται ἐν τῇ παγίδι, ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωὰβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῆς. |
Κεφάλαιο 32 |
(Μασ. ΚΕ´, 15-38 ) ῞Οσα ἐπροφήτευσεν ῾Ιερεμίας ἐπὶ πάντα τὰ ἔθνη. ΟΥΤΩΣ εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· λαβὲ τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιεῖς πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς, 2 καὶ πίονται καὶ ἐξεμοῦνται καὶ ἐκμανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν. 3 καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς Κυρίου καὶ ἐπότισα τὰ ἔθνη, πρὸς ἃ ἀπέστειλέ με Κύριος ἐπ’ αὐτά, 4 τὴν ῾Ιερουσαλὴμ καὶ τὰς πόλεις ᾿Ιούδα καὶ βασιλεῖς ᾿Ιούδα καὶ ἄρχοντας αὐτοῦ τοῦ θεῖναι αὐτὰς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμὸν 5 καὶ τὸν Φαραὼ βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ καὶ τοὺς μεγιστᾶνας αὐτοῦ 6 καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πάντας τοὺς συμμείκτους καὶ πάντας τοὺς βασιλεῖς ἀλλοφύλων, τὴν ᾿Ασκάλωνα καὶ τὴν Γάζαν καὶ τὴν ᾿Ακκάρων καὶ τὸ ἐπίλοιπον ᾿Αζώτου 7 καὶ τὴν ᾿Ιδουμαίαν καὶ τὴν Μωαβῖτιν καὶ τοὺς υἱοὺς ᾿Αμμὼν 8 καὶ βασιλεῖς Τύρου καὶ βασιλεῖς Σιδῶνος καὶ βασιλεῖς τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης 9 καὶ τὴν Δαιδὰν καὶ τὴν Θαιμὰν καὶ τὴν Ρῶς καὶ πᾶν περικεκαρμένον κατὰ πρόσωπον αὐτοῦ 10 καὶ πάντας τοὺς συμμείκτους τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ 11 καὶ πάντας βασιλεῖς Αἰλὰμ καὶ πάντας βασιλεῖς Περσῶν 12 καὶ πάντας βασιλεῖς ἀπὸ ἀπηλιώτου τοὺς πόρρω καὶ τοὺς ἐγγύς, ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ πάσας βασιλείας τὰς ἐπὶ προσώπου τῆς γῆς. 13 καὶ ἐρεῖς αὐτοῖς· οὕτως εἶπε Κύριος παντοκράτωρ· πίετε καὶ μεθύσθητε καὶ ἐξεμέσετε καὶ πεσεῖσθε καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον ὑμῶν. 14 καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου ὥστε πιεῖν, καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· πιόντες πίεσθε· 15 ὅτι ἐν πόλει, ἐν ᾗ ὠνομάσθη τὸ ὄνομά μου ἐπ’ αὐτήν, ἐγὼ ἄρχομαι κακῶσαι, καὶ ὑμεῖς καθάρσει οὐ μὴ καθαρισθῆτε, ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ τῆς γῆς. 16 καὶ σὺ προφητεύσεις ἐπ’ αὐτοὺς τοὺς λόγους τούτους καὶ ἐρεῖς· Κύριος ἀφ’ ὑψηλοῦ χρηματιεῖ, ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει φωνὴν αὐτοῦ, λόγον χρηματιεῖ ἐπὶ τοῦ τόπου αὐτοῦ, καὶ αἰδὰδ ὥσπερ τρυγῶντες ἀποκριθήσονται· καὶ ἐπὶ καθημένους τὴν γῆν ἥκει ὄλεθρος 17 ἐπὶ μέρος τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ ἐν τοῖς ἔθνεσι, κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα, οἱ δὲ ἀσεβεῖς ἐδόθησαν εἰς μάχαιραν, λέγει Κύριος. 18 οὕτως εἶπε Κύριος· ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔθνους ἐπὶ ἔθνος, καὶ λαῖλαψ μεγάλη ἐκπορεύεται ἀπ’ ἐσχάτου τῆς γῆς. 19 καὶ ἔσονται τραυματίαι ὑπὸ Κυρίου ἐν ἡμέρᾳ Κυρίου, ἐκ μέρους τῆς γῆς, καὶ ἕως εἰς μέρος τῆς γῆς· οὐ μὴ κατορυγῶσιν, εἰς κόπρια ἐπὶ προσώπου τῆς γῆς ἔσονται. 20 ἀλαλάξατε, ποιμένες, καὶ κεκράξατε· καὶ κόπτεσθε οἱ κριοὶ τῶν προβάτων, ὅτι ἐπληρώθησαν αἱ ἡμέραι ὑμῶν εἰς σφαγήν, καὶ πεσεῖσθε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοί· 21 καὶ ἀπολεῖται φυγὴ ἀπὸ τῶν ποιμένων καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων. 22 φωνὴ κραυγῆς τῶν ποιμένων καὶ ἀλαλαγμὸς τῶν προβάτων καὶ τῶν κριῶν, ὅτι ὠλόθρευσε Κύριος τὰ βοσκήματα αὐτῶν, 23 καὶ παύσεται τὰ κατάλοιπα τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς θυμοῦ μου. 24 ἐγκατέλιπεν ὥσπερ λέων κατάλειμμα αὐτοῦ, ὅτι ἐγενήθη ἡ γῆ αὐτῶν εἰς ἄβατον ἀπὸ προσώπου τῆς μαχαίρας τῆς μεγάλης. |
Κεφάλαιο 33 |
(Μασ. ΚΣΤ´) ΕΝ ἀρχῇ βασιλέως ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία ἐγενήθη ὁ λόγος οὗτος παρὰ Κυρίου· 2 οὕτως εἶπε Κύριος· στῆθι ἐν αὐλῇ οἴκου Κυρίου καὶ χρηματιεῖς ἅπασι τοῖς ᾿Ιουδαίοις καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ Κυρίου ἅπαντας τοὺς λόγους, οὓς συνέταξά σοι χρηματίσαι αὐτοῖς, μὴ ἀφέλῃς ρῆμα· 3 ἴσως ἀκούσονται καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ λογίζομαι τοῦ ποιῆσαι αὐτοῖς ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. 4 καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· ἐὰν μὴ ἀκούσητέ μου τοῦ πορεύεσθαι ἐν τοῖς νομίμοις μου, οἷς ἔδωκα κατὰ πρόσωπον ὑμῶν, 5 εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προφητῶν, οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς ὄρθρου, καὶ ἀπέστειλα καὶ οὐκ ἠκούσατέ μου, 6 καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλὼ καὶ τὴν πόλιν δώσω εἰς κατάραν πᾶσι τοῖς ἔθνεσι πάσης τῆς γῆς. 7 καὶ ἤκουσαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς τοῦ ῾Ιερεμίου λαλοῦντος τοὺς λόγους τούτους ἐν οἴκῳ Κυρίου. 8 καὶ ἐγένετο ῾Ιερεμίου παυσαμένου λαλοῦντος πάντα, ἃ συνέταξε Κύριος αὐτῷ λαλῆσαι παντὶ τῷ λαῷ, καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς λέγων· θανάτῳ ἀποθανῇ, 9 ὅτι ἐπροφήτευσας τῷ ὀνόματι Κυρίου λέγων· ὥσπερ Σηλὼ ἔσται ὁ οἶκος οὗτος καὶ ἡ πόλις αὕτη ἐρημωθήσεται ἀπὸ κατοικούντων· καὶ ἐξεκκλησιάσθη πᾶς ὁ λαὸς ἐπὶ ῾Ιερεμίαν ἐν οἴκῳ Κυρίου. — 10 Καὶ ἤκουσαν οἱ ἄρχοντες ᾿Ιούδα τὸν λόγον τοῦτον καὶ ἀνέβησαν ἐξ οἴκου τοῦ βασιλέως εἰς οἶκον Κυρίου καὶ ἐκάθισαν ἐν προθύροις πύλης Κυρίου τῆς καινῆς. 11 καὶ εἶπαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ· κρίσις θανάτου τῷ ἀνθρώπῳ τούτῳ, ὅτι ἐπροφήτευσε κατὰ τῆς πόλεως ταύτης, καθὼς ἠκούσατε ἐν τοῖς ὠσὶν ὑμῶν. 12 καὶ εἶπεν ῾Ιερεμίας πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ λέγων· Κύριος ἀπέστειλέ με προφητεῦσαι ἐπὶ τὸν οἶκον τοῦτον καὶ ἐπὶ τὴν πόλιν ταύτην πάντας τοὺς λόγους, οὓς ἠκούσατε. 13 καὶ νῦν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἔργα ὑμῶν καὶ ἀκούσατε τῆς φωνῆς Κυρίου, καὶ παύσεται Κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐφ’ ὑμᾶς. 14 καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμῶν· ποιήσατέ μοι ὡς συμφέρει καὶ ὡς βέλτιον ὑμῖν. 15 ἀλλ’ ἢ γνόντες γνώσεσθε ὅτι, εἰ ἀναιρεῖτέ με, αἷμα ἀθῷον δίδοτε ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληθείᾳ ἀπέσταλκέ με Κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους. 16 καὶ εἶπον οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας· οὐκ ἔστι τῷ ἀνθρώπῳ τούτῳ κρίσις θανάτου, ὅτι ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐλάλησε πρὸς ἡμᾶς. 17 καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων τῆς γῆς καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ· 18 Μιχαίας ὁ Μωραθίτης ἦν ἐν ταῖς ἡμέραις ᾿Εζεκίου βασιλέως ᾿Ιούδα καὶ εἶπε παντὶ τῷ λαῷ ᾿Ιούδα· οὕτως εἶπε Κύριος· Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ ῾Ιερουσαλὴμ εἰς ἄβατον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. 19 μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν ᾿Εζεκίας καὶ πᾶς ᾿Ιούδα; οὐχ ὅτι ἐφοβήθησαν τὸν Κύριον καὶ ὅτι ἐδεήθησαν τοῦ προσώπου Κυρίου, καὶ ἐπαύσατο Κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐπ’ αὐτούς; καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν. 20 Καὶ ἄνθρωπος ἦν προφητεύων τῷ ὀνόματι Κυρίου, Οὐρίας υἱὸς Σαμαίου ἐκ Καριαθιαρίμ, καὶ ἐπροφήτευσε περὶ τῆς γῆς ταύτης κατὰ πάντας τοὺς λόγους ῾Ιερεμίου. 21 καὶ ἤκουσεν ὁ βασιλεὺς ᾿Ιωακεὶμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτοῦ καὶ ἐζήτουν ἀποκτεῖναι αὐτόν· καὶ ἤκουσεν Οὐρίας καὶ εἰσῆλθεν εἰς Αἴγυπτον. 22 καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον, 23 καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖθεν καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ καὶ ἔρριψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ. 24 πλὴν χεὶρ ᾿Αχεικὰμ υἱοῦ Σαφὰν ἦν μετὰ ῾Ιερεμίου τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ τοῦ μὴ ἀνελεῖν αὐτόν. |
Κεφάλαιο 34 |
(Μασ. ΚΖ´, 2–22 ). 2 ΟΥΤΩΣ εἶπε Κύριος· ποίησον σεαυτῷ δεσμοὺς καὶ κλοιοὺς καὶ περίθου περὶ τὸν τράχηλόν σου· 3 καὶ ἀποστελεῖς αὐτοὺς πρὸς βασιλέα ᾿Ιδουμαίας καὶ πρὸς βασιλέα Μωὰβ καὶ πρὸς βασιλέα υἱῶν ᾿Αμμὼν καὶ πρὸς τὸν βασιλέα Τύρου καὶ πρὸς βασιλέα Σιδῶνος ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν εἰς ῾Ιερουσαλὴμ πρὸς Σεδεκίαν βασιλέα ᾿Ιούδα. 4 καὶ συντάξεις αὐτοῖς πρὸς τοὺς κυρίους αὐτῶν εἰπεῖν· οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν· 5 ὅτι ἐγὼ ἐποίησα τὴν γῆν ἐν τῇ ἰσχύϊ μου τῇ μεγάλῃ καὶ ἐν τῷ ἐπιχείρῳ μου τῷ ὑψηλῷ καὶ δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου. 6 ἔδωκα τὴν γῆν τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ. 8 καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία, ὅσοι ἐὰν μὴ ἐμβάλωσι τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος, ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ ἐπισκέψομαι αὐτούς, εἶπε Κύριος, ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτοῦ. 9 καὶ ὑμεῖς μὴ ἀκούετε τῶν ψευδοπροφητῶν ὑμῶν καὶ τῶν μαντευομένων ὑμῖν καὶ τῶν ἐνυπνιαζομένων ὑμῖν καὶ τῶν οἰωνισμάτων ὑμῶν καὶ τῶν φαρμακῶν ὑμῶν τῶν λεγόντων· οὐ μὴ ἐργάσησθε τῷ βασιλεῖ Βαβυλῶνος, 10 ὅτι ψευδῆ αὐτοὶ προφητεύουσιν ὑμῖν πρὸς τὸ μακρῦναι ὑμᾶς ἀπὸ τῆς γῆς ὑμῶν. 11 καὶ τὸ ἔθνος, ὃ ἐὰν εἰσαγάγῃ τὸν τράχηλον αὐτοῦ ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ἐργάσηται αὐτῷ, καὶ καταλείψω αὐτὸν ἐπὶ τῆς γῆς αὐτοῦ, καὶ ἐργᾶται αὐτῷ καὶ ἐνοικήσει ἐν αὐτῇ. — 12 Καὶ πρὸς Σεδεκίαν βασιλέα ᾿Ιούδα ἐλάλησα κατὰ πάντας τοὺς λόγους τούτους λέγων· εἰσαγάγετε τὸν τράχηλον ὑμῶν 14 καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν· 15 ὅτι οὐκ ἀπέστειλα αὐτούς, φησὶ Κύριος, καὶ προφητεύουσι τῷ ὀνόματί μου ἐπ’ ἀδίκῳ πρὸς τὸ ἀπολέσαι ὑμᾶς, καὶ ἀπολεῖσθε ὑμεῖς καὶ οἱ προφῆται ὑμῶν οἱ προφητεύοντες ὑμῖν ἐπ’ ἀδίκῳ ψευδῆ. 16 ὑμῖν καὶ παντὶ τῷ λαῷ τούτῳ καὶ τοῖς ἱερεῦσιν ἐλάλησα λέγων· οὕτως εἶπε Κύριος· μὴ ἀκούετε τῶν λόγων τῶν προφητῶν τῶν προφητευόντων ὑμῖν λεγόντων· ἰδοὺ σκεύη οἴκου Κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν, 17 οὐκ ἀπέστειλα αὐτούς. 18 εἰ προφῆταί εἰσι καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι· 19 ὅτι οὕτως εἶπε Κύριος· καὶ τῶν ἐπιλοίπων σκευῶν, 20 ὧν οὐκ ἔλαβε βασιλεὺς Βαβυλῶνος, ὅτε ἀπῴκισε τὸν ᾿Ιεχονίαν ἐξ ῾Ιερουσαλήμ, 22 εἰς Βαβυλῶνα εἰσελεύσεται, λέγει Κύριος. |
Κεφάλαιο 35 |
(Μασ. ΚΗ´) ΚΑΙ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Σεδεκία βασιλέως ᾿Ιούδα ἐν μηνὶ τῷ πέμπτῳ εἶπέ μοι ᾿Ανανίας υἱὸς ᾿Αζὼρ ὁ ψευδοπροφήτης ἀπὸ Γαβαὼν ἐν οἴκῳ Κυρίου κατ’ ὀφθαλμοὺς τῶν ἱερέων καὶ παντὸς τοῦ λαοῦ λέγων· 2 οὕτως εἶπε Κύριος· συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος· 3 ἔτι δύο ἔτη ἡμερῶν καὶ ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον τοῦτον τὰ σκεύη οἴκου Κυρίου 4 καὶ ᾿Ιεχονίαν καὶ τὴν ἀποικίαν ᾿Ιούδα, ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος. 5 καὶ εἶπεν ῾Ιερεμίας πρὸς ᾿Ανανίαν κατ’ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ καὶ κατ’ ὀφθαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ Κυρίου. 6 καὶ εἶπεν ῾Ιερεμίας· ἀληθῶς, οὕτως ποιήσαι Κύριος, στήσαι τὸν λόγον σου, ὃν σὺ προφητεύεις, τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου Κυρίου καὶ πᾶσαν τὴν ἀποικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον τοῦτον. 7 πλὴν ἀκούσατε τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα ὑμῶν καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ· 8 οἱ προφῆται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἐπροφήτευσαν ἐπὶ γῆς πολλῆς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον· 9 ὁ προφήτης ὁ προφητεύσας εἰς εἰρήνην, ἐλθόντος τοῦ λόγου γνώσονται τὸν προφήτην, ὃν ἀπέστειλεν αὐτοῖς Κύριος ἐν πίστει. 10 καὶ ἔλαβεν ᾿Ανανίας ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου ῾Ιερεμίου καὶ συνέτριψεν αὐτούς· 11 καὶ εἶπεν ᾿Ανανίας κατ’ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ λέγων· οὕτως εἶπε Κύριος· οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐθνῶν. καὶ ᾤχετο ῾Ιερεμίας εἰς τὴν ὁδὸν αὐτοῦ. — 12 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν μετὰ τὸ συντρίψαι ᾿Ανανίαν τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου αὐτοῦ λέγων· 13 βάδιζε καὶ εἶπον πρὸς ᾿Ανανίαν λέγων· οὕτως εἶπε Κύριος· κλοιοὺς ξυλίνους συνέτριψας, καὶ ποιήσω ἀντ’ αὐτῶν κλοιοὺς σιδηροῦς, 14 ὅτι οὕτως εἶπε Κύριος· ζυγὸν σιδηροῦν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐθνῶν ἐργάζεσθαι τῷ βασιλεῖ Βαβυλῶνος. 15 καὶ εἶπεν ῾Ιερεμίας τῷ ᾿Ανανίᾳ· οὐκ ἀπέσταλκέ σε Κύριος, καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ’ ἀδίκῳ. 16 διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς, τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ. 17 καὶ ἀπέθανεν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ. |
Κεφάλαιο 36 |
(Μασ. ΚΘ´) ΚΑΙ οὗτοι οἱ λόγοι τῆς βίβλου, οὓς ἀπέστειλεν ῾Ιερεμίας ἐξ ῾Ιερουσαλὴμ πρὸς τοὺς πρεσβυτέρους τῆς ἀποικίας καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας, ἐπιστολὴν εἰς Βαβυλῶνα τῇ ἀποικίᾳ καὶ πρὸς ἅπαντα τὸν λαόν, 2 ὕστερον ἐξελθόντος ᾿Ιεχονίου τοῦ βασιλέως καὶ τῆς βασιλίσσης καὶ τῶν εὐνούχων καὶ παντὸς ἐλευθέρου καὶ δεσμώτου καὶ τεχνίτου ἐξ ῾Ιερουσαλήμ, 3 ἐν χειρὶ ᾿Ελεασὰ υἱοῦ Σαφὰν καὶ Γαμαρίου υἱοῦ Χελκίου, ὃν ἀπέστειλε Σεδεκίας βασιλεὺς ᾿Ιούδα πρὸς βασιλέα Βαβυλῶνος εἰς Βαβυλῶνα λέγων· 4 οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἐπὶ τὴν ἀποικίαν, ἣν ἀπῴκισα ἀπὸ ῾Ιερουσαλήμ· 5 οἰκοδομήσατε οἴκους καὶ κατοικήσατε καὶ φυτεύσατε παραδείσους καὶ φάγετε τοὺς καρποὺς αὐτῶν 6 καὶ λάβετε γυναῖκας καὶ τεκνοποιήσατε υἱοὺς καὶ θυγατέρας καὶ λάβετε τοῖς υἱοῖς ὑμῶν γυναῖκας καὶ τὰς θυγατέρας ὑμῶν δότε ἀνδράσι καὶ πληθύνεσθε καὶ μὴ σμικρυνθῆτε· 7 καὶ ζητήσατε εἰς εἰρήνην τῆς γῆς, εἰς ἣν ἀπῴκισα ὑμᾶς ἐκεῖ, καὶ προσεύξασθε περὶ αὐτῶν πρὸς Κύριον, ὅτι ἐν εἰρήνῃ αὐτῆς ἔσται εἰρήνη ὑμῖν. 8 ὅτι οὕτως εἶπε Κύριος· μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ ψευδοπροφῆται οἱ ἐν ὑμῖν, καὶ μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ μάντεις ὑμῶν, καὶ μὴ ἀκούετε εἰς τὰ ἐνύπνια ὑμῶν, ἃ ὑμεῖς ἐνυπνιάζεσθε, 9 ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν ἐπὶ τῷ ὀνόματί μου, καὶ οὐκ ἀπέστειλα αὐτούς. 10 ὅτι οὕτως εἶπε Κύριος· ὅταν μέλλῃ πληροῦσθαι Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμᾶς καὶ ἐπιστήσω τοὺς λόγους μου ἐφ’ ὑμᾶς τοῦ ἀποστρέψαι τὸν λαὸν ὑμῶν εἰς τὸν τόπον τοῦτον. 11 καὶ λογιοῦμαι ἐφ’ ὑμᾶς λογισμὸν εἰρήνης καὶ οὐ κακὰ τοῦ δοῦναι ὑμῖν ταῦτα. 12 καὶ προσεύξασθε πρός με, καὶ εἰσακούσομαι ὑμῶν· 13 καὶ ἐκζητήσατέ με, καὶ εὑρήσετέ με, ὅτι ζητήσετέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν, 14 καὶ ἐπιφανοῦμαι ὑμῖν. 15 ὅτι εἴπατε· κατέστησεν ἡμῖν Κύριος προφήτας ἐν Βαβυλῶνι, 21 οὕτως εἶπε Κύριος ἐπὶ ᾿Αχιὰβ καὶ ἐπὶ Σεδεκίαν· ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτοὺς κατ’ ὀφθαλμοὺς ὑμῶν. 22 καὶ λήψονται ἀπ’ αὐτῶν κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ ᾿Ιούδα ἐν Βαβυλῶνι λέγοντες· ποιήσαι σε Κύριος, ὡς Σεδεκίαν ἐποίησε καὶ ὡς ᾿Αχιάβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρί, 23 δι’ ἣν ἐποίησαν ἀνομίαν ἐν ᾿Ισραὴλ καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν καὶ λόγον ἐχρημάτισαν ἐν τῷ ὀνόματί μου, ὃν οὐ συνέταξα αὐτοῖς, καὶ ἐγὼ μάρτυς, φησὶ Κύριος. 24 καὶ πρὸς Σαμαίαν τὸν Νελαμίτην ἐρεῖς· 25 οὐκ ἀπέστειλά σε τῷ ὀνόματί μου. καὶ πρὸς Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα εἰπέ· 26 Κύριος ἔδωκέ σε ἱερέα ἀντὶ ᾿Ιωδαὲ τοῦ ἱερέως γενέσθαι ἐπιστάτην ἐν τῷ οἴκῳ Κυρίου παντὶ ἀνθρώπῳ προφητεύοντι καὶ παντὶ ἀνθρώπῳ μαινομένῳ, καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα καὶ εἰς τὸν καταράκτην. 27 καὶ νῦν διατί συνελοιδορήσατε ῾Ιερεμίαν τὸν ἐξ ᾿Αναθὼθ τὸν προφητεύσαντα ὑμῖν; 28 οὐ διὰ τοῦτο ἀπέστειλε πρὸς ὑμᾶς εἰς Βαβυλῶνα λέγων· μακράν ἐστιν, οἰκοδομήσατε οἰκίας καὶ κατοικήσατε καὶ φυτεύσατε κήπους καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν; — 29 Καὶ ἀνέγνω Σοφονίας τὸ βιβλίον εἰς τὰ ὦτα ῾Ιερεμίου. 30 καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν λέγων· 31 ἀπόστειλον πρὸς τὴν ἀποικίαν λέγων· οὕτως εἶπε Κύριος ἐπὶ Σαμαίαν τὸν Νελαμίτην· ἐπειδὴ ἐπροφήτευσεν ὑμῖν Σαμαίας, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτόν, καὶ πεποιθέναι ἐποίησεν ὑμᾶς ἐπ’ ἀδίκοις, 32 διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαίαν καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῶν ἄνθρωπος ἐν μέσῳ ὑμῶν τοῦ ἰδεῖν τὰ ἀγαθά, ἃ ἐγὼ ποιήσω ὑμῖν, οὐκ ὄψονται. |
Κεφάλαιο 37 |
(Μασ. Λ´) Ο λόγος ὁ γενόμενος πρὸς ῾Ιερεμίαν παρὰ Κυρίου εἰπεῖν· 2 οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ λέγων· γράψον πάντας τοὺς λόγους, οὓς ἐχρημάτισα πρός σε, ἐπὶ βιβλίου. 3 ὅτι ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ ἀποστρέψω τὴν ἀποικίαν λαοῦ μου ᾿Ισραὴλ καὶ ᾿Ιούδα, εἶπε Κύριος, καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν, καὶ κυριεύσουσιν αὐτῆς. — 4 Καὶ οὗτοι οἱ λόγοι, οὓς ἐλάλησε Κύριος ἐπὶ ᾿Ισραὴλ καὶ ᾿Ιούδα. 5 οὕτως εἶπε Κύριος· φωνὴν φόβου ἀκούσεσθε· φόβος, καὶ οὐκ ἔστιν είρήνη. 6 ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν, καὶ περὶ φόβου, ἐν ᾧ καθέξουσιν ὀσφὺν καὶ σωτηρίαν· διότι ἑώρακα πάντα ἄνθρωπον καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τῆς ὀσφύος αὐτοῦ, ἐστράφησαν πρόσωπα, εἰς ἴκτερον ἐγενήθη. 7 ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη καὶ οὐκ ἔστιν τοιαύτη, καὶ χρόνος στενός ἐστι τῷ ᾿Ιακώβ, καὶ ἀπὸ τούτου σωθήσεται. 8 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπε Κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις· 9 καὶ ἐργῶνται τῷ Κυρίῳ Θεῷ αὐτῶν, καὶ τὸν Δαυὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς. — 12 Οὕτως εἶπε Κύριος· ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου· 13 οὐκ ἔστι κρίνων κρίσιν σου, εἰς ἀλγηρὸν ἰατρεύθης, ὠφέλειά σοι οὐκ ἔστι. 14 πάντες οἱ φίλοι σου ἐπελάθοντό σου, οὐ μὴ ἐπερωτήσωσιν· ὅτι πληγὴν ἐχθροῦ ἔπαισά σε, παιδείαν στερεάν· ἐπὶ πᾶσαν ἀδικίαν σου ἐπλήθυναν αἱ ἁμαρτίαι σου. 16 διὰ τοῦτο πάντες οἱ ἔσθοντές σε βρωθήσονται, καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτῶν πᾶν ἔδονται· ἐπὶ πλῆθος ἀδικιῶν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου, ἐποίησαν ταῦτά σοι· καὶ ἔσονται οἱ διαφοροῦντές σε εἰς διαφόρημα, καὶ πάντας τοὺς προνομεύσαντάς σε δώσω εἰς προνομήν. 17 ὅτι ἀνάξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶ Κύριος, ὅτι ᾿Εσπαρμένη ἐκλήθης· θήρευμα ὑμῶν ἐστιν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν. 18 οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν ᾿Ιακὼβ καὶ τὴν αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω· καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτῆς, καὶ ὁ ναὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται. 19 καὶ ἐξελεύσονται ἀπ’ αὐτῶν ᾄδοντες καὶ φωνὴ παιζόντων· καὶ πλεονάσω αὐτούς, καὶ οὐ μὴ ἐλαττωθῶσι. 20 καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωθήσεται· καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτούς. 21 καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπ’ αὐτούς, καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· καὶ συνάξω αὐτούς, καὶ ἀποστρέψουσι πρός με, ὅτι τίς ἐστιν οὗτος, ὃς ἔδωκε τὴν καρδίαν αὐτοῦ ἀποστρέψαι πρός με; φησὶ Κύριος. 23 ὅτι ὀργὴ Κυρίου ἐξῆλθε θυμώδης, ἐξῆλθεν ὀργὴ στρεφομένη, ἐπ’ ἀσεβεῖς ἥξει. 24 οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ Κυρίου, ἕως ποιήσῃ καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ· ἐπ’ ἐσχάτων τῶν ἡμερῶν γνώσεσθε αὐτά. |
Κεφάλαιο 38 |
(Μασ. ΛΑ´) ΕΝ τῷ χρόνῳ ἐκείνῳ, εἶπε Κύριος, ἔσομαι εἰς Θεὸν τῷ γένει ᾿Ισραήλ, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 2 οὕτως εἶπε Κύριος· εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ· βαδίσατε καὶ μὴ ὀλέσητε τὸν ᾿Ισραήλ. 3 Κύριος πόρρωθεν ὤφθη αὐτῷ· ἀγάπησιν αἰώνιον ἠγάπησά σε, διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα. 4 ἔτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ, παρθένος ᾿Ισραήλ· ἔτι λήψῃ τύμπανόν σου καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων. 5 ἔτι φυτεύσατε ἀμπελῶνας ἐν ὄρεσι Σαμαρείας, φυτεύσατε καὶ αἰνέσατε. 6 ὅτι ἐστὶν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν ᾿Εφραίμ· ἀνάστητε καὶ ἀνάβητε εἰς Σιὼν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. 7 ὅτι οὕτως εἶπε Κύριος τῷ ᾿Ιακώβ· εὐφράνθητε καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν· ἀκουστὰ ποιήσατε καὶ αἰνέσατε· εἴπατε· ἔσωσε Κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον τοῦ ᾿Ισραήλ. 8 ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βορρᾶ καὶ συνάξω αὐτοὺς ἀπ’ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φασέκ· καὶ τεκνοποιήσει ὄχλον πολύν, καὶ ἀποστρέψουσιν ὧδε. 9 ἐν κλαυθμῷ ἐξῆλθον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ, καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ ᾿Ισραὴλ εἰς πατέρα, καὶ ᾿Εφραὶμ πρωτότοκός μού ἐστιν. 10 Ἀκούσατε λόγους Κυρίου, ἔθνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρόθεν· εἴπατε· ὁ λικμήσας τὸν ᾿Ισραὴλ καὶ συνάξει αὐτὸν καὶ φυλάξει αὐτὸν ὡς ὁ βόσκων ποίμνιον αὐτοῦ. 11 ὅτι ἐλυτρώσατο Κύριος τὸν ᾿Ιακώβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. 12 καὶ ἥξουσι καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σιών· καὶ ἥξουσιν ἐπ’ ἀγαθὰ Κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου καὶ καρπῶν καὶ κτηνῶν καὶ προβάτων, καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον. καὶ οὐ πεινάσουσιν ἔτι. 13 τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ νεανίσκων, καὶ πρεσβύται χαρήσονται, καὶ στρέψω τὸ πένθος αὐτῶν εἰς χαρμονὴν καὶ ποιήσω αὐτοὺς εὐφραινομένους. 14 μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερέων υἱῶν Λευί, καὶ ὁ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται. 15 οὕτως εἶπε Κύριος· φωνὴ ἐν Ραμᾷ ἠκούσθη θρήνου καὶ κλαυθμοῦ καὶ ὀδυρμοῦ· Ραχὴλ ἀποκλαιομένη οὐκ ἤθελε παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς, ὅτι οὐκ εἰσίν. 16 οὕτως εἶπε Κύριος· διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου, ὅτι ἔστι μισθὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν, 17 μόνιμον τοῖς σοῖς τέκνοις. 18 ἀκοὴν ἤκουσα ᾿Εφραὶμ ὀδυρομένου· ἐπαίδευσάς με καὶ ἐπαιδεύθην ἐγώ· ὥσπερ μόσχος οὐκ ἐδιδάχθην· ἐπίστρεψόν με, καὶ ἐπιστρέψω, ὅτι σὺ Κύριος ὁ Θεός μου. 19 ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα καὶ ὕστερον τοῦ γνῶναί με ἐστέναξα ἐφ’ ἡμέρας αἰσχύνης καὶ ὑπέδειξά σοι, ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου. 20 υἱὸς ἀγαπητὸς ᾿Εφραὶμ ἐμοί, παιδίον ἐντρυφῶν, ὅτι ἀνθ’ ὧν οἱ λόγοι μου ἐν αὐτῷ, μνείᾳ μνησθήσομαι αὐτοῦ· διὰ τοῦτο ἔσπευσα ἐπ’ αὐτῷ, ἐλεῶν ἐλεήσω αὐτόν, φησὶ Κύριος. 21 Στῆσον σεαυτὴν Σιών, ποίησον τιμωρίαν, δὸς καρδίαν σου εἰς τοὺς ὤμους· ὁδὸν ᾗ ἐπορεύθης ἀποστράφηθι, παρθένος ᾿Ισραήλ, ἀποστράφηθι εἰς τὰς πόλεις σου πενθοῦσα. 22 ἕως πότε ἀποστρέψεις, θυγάτηρ ἠτιμωμένη; ὅτι ἔκτισε Κύριος σωτηρίαν εἰς καταφύτευσιν καινήν, ἐν σωτηρίᾳ περιελεύσονται ἄνθρωποι. 23 ὅτι οὕτως εἶπε Κύριος· ἔτι ἐροῦσι τὸν λόγον τοῦτον ἐν γῇ ᾿Ιούδα καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ· εὐλογημένος Κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ 24 καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν ᾿Ιούδα καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ ἅμα γεωργῷ, καὶ ἀρθήσεται ἐν ποιμνίῳ. 25 ὅτι ἐμέθυσα πᾶσαν ψυχὴν διψῶσαν καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα. 26 διὰ τοῦτο ἐξηγέρθην καὶ εἶδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη. 27 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ σπερῶ τὸν ᾿Ισραὴλ καὶ τὸν ᾿Ιούδαν σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους. 28 καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπ’ αὐτοὺς καθαιρεῖν καὶ κακοῦν, οὕτως γρηγορήσω ἐπ’ αὐτοὺς τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν, φησὶ Κύριος. 29 ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν· οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν. 30 ἀλλ’ ἢ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται, καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ. 31 ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ ᾿Ισραὴλ καὶ τῷ οἴκῳ ᾿Ιούδα διαθήκην καινήν, 32 οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος. 33 ὅτι αὕτη ἡ διαθήκη μου, ἣν διαθήσομαι τῷ οἴκῳ ᾿Ισραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος· διδοὺς δώσω νόμους εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 34 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων· γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. — 35 ᾿Εὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον, φησὶ Κύριος, καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω, καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος ᾿Ισραήλ, φησὶ Κύριος, περὶ πάντων, ὧν ἐποίησαν. 36 οὕτως εἶπε Κύριος ὁ δοὺς τὸν ἥλιον εἰς φῶς τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς φῶς τῆς νυκτός, καὶ κραυγὴν ἐν θαλάσσῃ καὶ ἐβόμβησε τὰ κύματα αὐτῆς, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ· 37 ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἀπὸ προσώπου μου, φησὶ Κύριος, καὶ τὸ γένος ᾿Ισραὴλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας. 38 ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ οἰκοδομηθήσεται πόλις τῷ Κυρίῳ ἀπὸ πύργου ᾿Αναμεὴλ ἕως πύλης τῆς γωνίας· 39 καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνῶν Γαρὴβ καὶ περικυκλωθήσεται κύκλῳ ἐξ ἐκλεκτῶν λίθων· 40 καὶ πάντες ᾿Ασαρημὼθ ἕως Ναχὰλ Κέδρων, ἕως γωνίας πύλης ἵππων ἀνατολῆς ἁγίασμα τῷ Κυρίῳ, καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος. |
Κεφάλαιο 39 |
(Μασ. ΛΒ´) Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ιερεμίαν ἐν τῷ ἐνιαυτῷ δεκάτῳ βασιλεῖ Σεδεκίᾳ, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος· 2 καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ ῾Ιερουσαλήμ, καὶ ῾Ιερεμίας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς, ἥ ἐστιν ἐν οἴκῳ βασιλέως, 3 ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκίας λέγων· διατί σὺ προφητεύεις λέγων; οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶ βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν, 4 καὶ Σεδεκίας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται, 5 καὶ εἰσελεύσεται Σεδεκίας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται. 6 καὶ λόγος Κυρίου ἐγενήθη πρὸς ῾Ιερεμίαν λέγων· 7 ἰδοὺ ᾿Αναμεὴλ υἱὸς Σαλὼμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων· κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν ᾿Αναθώθ, ὅτι σοὶ κρίσις παραλαβεῖν εἰς κτῆσιν. 8 καὶ ἦλθε πρός με ᾿Αναμεὴλ υἱὸς Σαλώμ, ἀδελφοῦ πατρός μου, εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπε· κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμὶν τὸν ἐν ᾿Αναθώθ, ὅτι σοὶ κρίμα κτήσασθαι αὐτόν, καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος Κυρίου ἐστί, 9 καὶ ἐκτησάμην τὸν ἀγρὸν ᾿Αναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου· 10 καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ. 11 καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον 12 καὶ ἔδωκα αὐτὸ τῷ Βαροὺχ υἱῷ Νηρίου υἱῷ Μαασαίου κατ’ ὀφθαλμοὺς ᾿Αναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατ’ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν παρεστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ’ ὀφθαλμοὺς τῶν ᾿Ιουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς. 13 καὶ συνέταξα τῷ Βαροὺχ κατ’ ὀφθαλμοὺς αὐτῶν λέγων· 14 οὕτως εἶπε Κύριος παντοκράτωρ· λάβε τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμείνῃ ἡμέρας πλείους. 15 ὅτι οὕτως εἶπε Κύριος· ἔτι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ. — 16 Καὶ προσευξάμην πρὸς Κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαροὺχ υἱὸν Νηρίου λέγων· 17 ᾦ Κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν, 18 ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ’ αὐτούς, ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρός, 19 Κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ὁ Θεὸς ὁ μέγας, ὁ παντοκράτωρ καὶ μεγαλώνυμος Κύριος· οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ· 20 ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν ᾿Ισραὴλ καὶ ἐν τοῖς γηγενέσι· καὶ ἐποίησας σεαυτῷ ὄνομα, ὡς ἡμέρα αὕτη 21 καὶ ἐξήγαγες τὸν λαόν σου ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ 22 καὶ ἐν ὁράμασι μεγάλοις· καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ρέουσαν γάλα καὶ μέλι. 23 καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου καὶ ἐν τοῖς προστάγμασί σου οὐκ ἐπορεύθησαν· ἅπαντα, ἃ ἐνετείλω αὐτοῖς οὐκ ἐποίησαν· καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα. 24 ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβεῖν αὐτήν, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο. 25 καὶ σὺ λέγεις πρός με· κτῆσαι σεαυτῷ τὸν ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας· καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων. 26 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 27 ἐγὼ Κύριος ὁ Θεὸς πάσης σαρκός, μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι; 28 διὰ τοῦτο οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· δοθεῖσα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν, 29 καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσι τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσι τὰς οἰκίας, ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βάαλ καὶ ἔσπευδον σπονδὰς θεοῖς ἑτέροις πρὸς τὸ παραπικράναι με. 30 ὅτι ἦσαν οἱ υἰοὶ ᾿Ισραὴλ καὶ οἱ υἱοὶ ᾿Ιούδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατ’ ὀφθαλμούς μου ἐκ νεότητος αὐτῶν. 31 ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἦν ἡ πόλις αὕτη, ἀφ’ ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου, 32 διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν ᾿Ισραὴλ καὶ ᾿Ιούδα, ὧν ἐποίησαν πικράναι με αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν, ἄνδρες ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλήμ, 33 καὶ ἀπέστρεψαν πρός με νῶτον καὶ οὐ πρόσωπον· καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου, καὶ ἐδίδαξα, καὶ οὐκ ἤκουσαν ἔτι λαβεῖν παιδείαν. 34 καὶ ἔθηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ’ αὐτῷ, ἐν ἀκαθαρσίαις αὐτῶν, 35 καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βάαλ τοὺς ἐν φάραγγι υἱοῦ ᾿Εννὸμ τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολὸχ βασιλεῖ, ἃ οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου, τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῖν τὸν ᾿Ιούδαν. — 36 Καὶ νῦν οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἐπὶ τὴν πόλιν, ἣν σὺ λέγεις· παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ. 37 ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ θυμῷ μου καὶ ἐν παροξυσμῷ μεγάλῳ, καὶ ἐπιστρέψω αὐτούς εἰς τὸν τόπον τοῦτον καὶ καθιῶ αὐτοὺς πεποιθότας, 38 καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. 39 καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν φοβηθῆναί με πάσας τὰς ἡμέρας καὶ εἰς ἀγαθὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετ’ αὐτούς. 40 καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν· καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ’ ἐμοῦ. 41 καὶ ἐπισκέψομαι τοῦ ἀγαθῶσαι αὐτοὺς καὶ φυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ. 42 ὅτι οὕτως εἶπε Κύριος· καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπ’ αὐτοὺς πάντα τὰ ἀγαθά, ἃ ἐλάλησα ἐπ’ αὐτούς. 43 καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις· ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτήνους καὶ παρεδόθησαν εἰς χεῖρας Χαλδαίων. 44 καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεις βιβλίον καὶ σφραγιῇ καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ Βενιαμὶν καὶ κύκλῳ τῆς ῾Ιερουσαλὴμ καὶ ἐν πόλεσιν ᾿Ιούδα καὶ ἐν πόλεσι τοῦ ὄρους καὶ ἐν πόλεσι τῆς Σεφηλὰ καὶ ἐν πόλεσι τῆς Ναγέβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν. |
Κεφάλαιο 40 |
(Μασ. ΛΓ´) ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν δεύτερον, καὶ αὐτὸς ἦν ἔτι δεδεμένος ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων· 2 οὕτως εἶπε Κύριος ποιῶν γῆν καὶ πλάσσων αὐτὴν τοῦ ἀνορθῶσαι αὐτήν, Κύριος ὄνομα αὐτῷ· 3 κέκραξον πρός με, καὶ ἀποκριθήσομαί σοι καὶ ἀπαγγελῶ σοι μεγάλα καὶ ἰσχυρά, ἃ οὐκ ἔγνως αὐτά. 4 ὅτι οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ περὶ οἴκων τῆς πόλεως ταύτης καὶ περὶ οἴκων βασιλέως ᾿Ιούδα τῶν καθῃρημένων εἰς χάρακας καὶ προμαχῶνας 5 τοῦ μάχεσθαι πρὸς τοὺς Χαλδαίους καὶ πληρῶσαι αὐτὴν τῶν νεκρῶν τῶν ἀνθρώπων, οὓς ἐπάταξα ἐν ὀργῇ μου καὶ ἐν θυμῷ μου, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν περὶ πασῶν τῶν πονηριῶν αὐτῶν· 6 ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα καὶ φανερώσω αὐτοῖς εἰσακούειν καὶ ἰατρεύσω αὐτὴν καὶ ποιήσω αὐτοῖς εἰρήνην καὶ πίστιν. 7 καὶ ἀποστρέψω τὴν ἀποικίαν ᾿Ιούδα καὶ τὴν ἀποικίαν ᾿Ισραὴλ καὶ οἰκοδομήσω αὐτοὺς καθὼς τὸ πρότερον. 8 καὶ καθαριῶ αὐτοὺς ἀπὸ πασῶν τῶν ἀδικιῶν αὐτῶν, ὧν ἡμάρτοσάν μοι, καὶ οὐ μὴ μνησθήσομαι ἁμαρτιῶν αὐτῶν, ὧν ἥμαρτόν μοι καὶ ἀπέστησαν ἀπ’ ἐμοῦ. 9 καὶ ἔσται εἰς εὐφροσύνην καὶ αἴνεσιν καὶ εἰς μεγαλειότητα παντὶ τῷ λαῷ τῆς γῆς, οἵτινες ἀκούσονται πάντα τὰ ἀγαθά, ἃ ἐγὼ ποιήσω, καὶ φοβηθήσονται καὶ πικρανθήσονται περὶ πάντων τῶν ἀγαθῶν καὶ περὶ πάσης τῆς εἰρήνης, ἧς ἐγὼ ποιήσω αὐτοῖς. — 10 Οὕτως εἶπε Κύριος· ἔτι ἀκουσθήσεται ἐν τῷ τόπῳ τούτῳ, ᾧ ὑμεῖς λέγετε· ἔρημός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνῶν, ἐν πόλεσιν ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλήμ, ταῖς ἠρημωμέναις παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτήνη, 11 φωνὴ εὐφροσύνης καὶ φωνὴ χαρμοσύνης, φωνὴ νυμφίου καὶ φωνὴ νύμφης, φωνὴ λεγόντων· ἐξομολογεῖσθε Κυρίῳ παντοκράτορι, ὅτι χρηστὸς Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ εἰσοίσουσι δῶρα εἰς οἶκον Κυρίου, ὅτι ἀποστρέψω πᾶσαν τὴν ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τὸ πρότερον, εἶπε Κύριος· 12 οὕτως εἶπε Κύριος τῶν δυνάμεων· ἔτι ἔσται ἐν τῷ τόπῳ τούτῳ τῷ ἐρήμῳ παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτῆνος καὶ ἐν πάσαις ταῖς πόλεσιν αὐτοῦ καταλύματα ποιμένων κοιταζόντων πρόβατα· 13 ἐν πόλεσι τῆς ὀρεινῆς καὶ ἐν πόλεσι τῆς Σεφηλὰ καὶ ἐν πόλεσι τῆς Ναγὲβ καὶ ἐν γῇ Βενιαμὶν καὶ ἐν ταῖς κύκλῳ ῾Ιερουσαλὴμ καὶ ἐν πόλεσιν ᾿Ιούδα ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριθμοῦντος, εἶπε Κύριος. |
Κεφάλαιο 41 |
(Μασ. ΛΔ´) Ο λόγος ὁ γενόμενος πρὸς ῾Ιερεμίαν παρὰ Κυρίου (καὶ Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ πάσας τὰς πόλεις ᾿Ιούδα) λέγων· 2 οὕτως εἶπε Κύριος· βάδισον πρὸς Σεδεκίαν βασιλέα ᾿Ιούδα καὶ ἐρεῖς αὐτῷ· οὕτως εἶπε Κύριος· παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί· 3 καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήψει συλληφθήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ, καὶ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει, καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ. 4 ἀλλὰ ἄκουσον τὸν λόγον Κυρίου, Σεδεκία βασιλεῦ ᾿Ιούδα· οὕτως λέγει Κύριος· 5 ἐν εἰρήνῃ ἀποθανῇ, καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σέ, οὐαὶ Κύριε, καὶ ἕως ᾅδου κόψονταί σε· ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπε Κύριος. 6 καὶ ἐλάλησεν ῾Ιερεμίας πρὸς τὸν βασιλέα Σεδεκίαν πάντας τοὺς λόγους τούτους ἐν ῾Ιερουσαλήμ. 7 καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις ᾿Ιούδα, ἐπὶ Λαχὶς καὶ ἐπὶ ᾿Αζηκά, ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν ᾿Ιούδα πόλεις ὀχυραί. 8 Ὁ λόγος ὁ γενόμενος πρὸς ᾿Ιερεμίαν παρὰ Κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκίαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν, 9 τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, τὸν ῾Εβραῖον καὶ τὴν ῾Εβραίαν ἐλευθέρους, πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ ᾿Ιούδα· 10 καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ καὶ ἐῶσαν 11 αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας. 12 καὶ ἐγενήθη λόγος Κυρίου πρὸς ῾Ιερεμίαν λέγων· 13 οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἐγὼ διεθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας, λέγων· 14 ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν ῾Εβραῖον, ὃς παραθήσεταί σοι· καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον. καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν. 15 καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ’ αὐτῷ. 16 καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, τοῦ εἶναι ὑμῖν εἰς παῖδας καὶ παιδίσκας. 17 διὰ τοῦτο οὕτως εἶπε Κύριος· ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς. 18 καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στήσαντας τὴν διαθήκην μου, ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον, ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ, 19 τοὺς ἄρχοντας ᾿Ιούδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν, 20 καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. 21 καὶ τὸν Σεδεκίαν βασιλέα τῆς ᾿Ιουδαίας καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπ’ αὐτῶν. 22 ἰδοὺ ἐγὼ συντάσσω, φησὶ Κύριος, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην, καὶ πολεμήσουσιν ἐπ’ αὐτὴν καὶ λήψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις ᾿Ιούδα, καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ τῶν κατοικούντων. |
Κεφάλαιο 42 |
(Μασ. ΛΕ´) Ο λόγος ὁ γενόμενος πρὸς ῾Ιερεμίαν παρὰ Κυρίου ἐν ἡμέραις ᾿Ιωακεὶμ βασιλέως ᾿Ιούδα λέγων· 2 βάδισον εἰς οἶκον ᾿Αρχαβεὶν καὶ ἄξεις αὐτοὺς εἰς οἶκον Κυρίου, εἰς μίαν τῶν αὐλῶν, καὶ ποτιεῖς αὐτοὺς οἶνον. 3 καὶ ἐξήγαγον τὸν ᾿Ιεζονίαν υἱὸν ῾Ιερεμίου υἱοῦ Χαβασὶν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πᾶσαν τὴν οἰκίαν ᾿Αρχαβεὶν 4 καὶ εἰσήγαγον αὐτοὺς εἰς οἶκον Κυρίου εἰς τὸ παστοφόριον υἱῶν ᾿Ανανίου, υἱοῦ Γοδολίου ἀνθρώπου τοῦ Θεοῦ, ὅ ἐστιν ἐγγὺς τοῦ οἴκου τῶν ἀρχόντων τῶν ἐπάνω τοῦ οἴκου Μαασαίου υἱοῦ Σελώμ, τοῦ φυλάσσοντος τὴν αὐλήν, 5 καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν κεράμιον οἴνου καὶ ποτήρια καὶ εἶπα· πίετε οἶνον. 6 καὶ εἶπαν· οὐ μὴ πίωμεν οἶνον, ὅτι ᾿Ιωναδὰβ υἱὸς Ρηχὰβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν λέγων· οὐ μὴ πίετε οἶνον, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν ἕως αἰῶνος. 7 καὶ οἰκίας οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν, ὅτι ἐν σκηναῖς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμῶν, ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐφ’ ἧς διατρίβετε ὑμεῖς ἐπ’ αὐτῆς. 8 καὶ ἠκούσαμεν τῆς φωνῆς ᾿Ιωναδὰβ τοῦ πατρὸς ἡμῶν πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας ἡμῶν, ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν καὶ αἱ θυγατέρες ἡμῶν, 9 καὶ πρὸς τὸ μὴ οἰκοδομεῖν οἰκίας τοῦ κατοικεῖν ἐκεῖ, καὶ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμῖν, 10 καὶ ᾠκήσαμεν ἐν σκηναῖς καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν κατὰ πάντα, ἃ ἐνετείλατο ἡμῖν ᾿Ιωναδὰβ ὁ πατὴρ ἡμῶν. 11 καὶ ἐγενήθη ὅτε ἀνέβη Ναβουχοδονόσορ ἐπὶ τὴν γῆν, καὶ εἴπαμεν· εἰσέλθατε καὶ εἰσέλθωμεν εἰς ῾Ιερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Χαλδαίων καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν ᾿Ασσυρίων, καὶ ᾠκοῦμεν ἐκεῖ. 12 καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 13 οὕτως λέγει Κύριος· πορεύου καὶ εἰπὸν ἀνθρώπῳ ᾿Ιούδα καὶ τοῖς κατοικοῦσιν ῾Ιερουσαλήμ· οὐ μὴ λάβητε παιδείαν τοῦ ἀκούειν τοὺς λόγους μου; 14 ἔστησαν ρῆμα υἱοὶ ᾿Ιωναδάβ, υἱοῦ Ρηχάβ, ὃ ἐνετείλατο τοῖς τέκνοις αὐτοῦ πρὸς τὸ μὴ πιεῖν οἴνον, καὶ οὐκ ἐπίοσαν· καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμᾶς ὄρθρου, καὶ οὐκ ἠκούσατε. 15 καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας λέγων· ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν καὶ οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς, καὶ οἰκήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν· καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν καὶ οὐκ εἰσηκούσατε. 16 καὶ ἔστησαν υἱοὶ ᾿Ιωναδὰβ υἱοῦ Ρηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσέ μου. 17 διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ φέρω ἐπὶ ᾿Ιούδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας ῾Ιερουσαλὴμ πάντα τὰ κακά, ἃ ἐλάλησα ἐπ’ αὐτούς. 18 διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἐπειδὴ ἤκουσαν υἱοὶ ᾿Ιωναδὰβ υἱοῦ Ρηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν καθότι ἐνετείλατο αὐτοῖς ὁ πατὴρ αὐτῶν, 19 οὐ μὴ ἐκλίπῃ ἀνὴρ τῶν υἱῶν ᾿Ιωναδὰβ υἱοῦ Ρηχὰβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς. |
Κεφάλαιο 43 |
(Μασ. ΚΣΤ´) ΕΝ ἀρχῇ βασιλέως ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία ἐγενήθη ὁ λόγος οὗτος παρὰ Κυρίου· 2 οὕτως εἶπε Κύριος· στῆθι ἐν αὐλῇ οἴκου Κυρίου καὶ χρηματιεῖς ἅπασι τοῖς ᾿Ιουδαίοις καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ Κυρίου ἅπαντας τοὺς λόγους, οὓς συνέταξά σοι χρηματίσαι αὐτοῖς, μὴ ἀφέλῃς ρῆμα· 3 ἴσως ἀκούσονται καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ λογίζομαι τοῦ ποιῆσαι αὐτοῖς ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. 4 καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· ἐὰν μὴ ἀκούσητέ μου τοῦ πορεύεσθαι ἐν τοῖς νομίμοις μου, οἷς ἔδωκα κατὰ πρόσωπον ὑμῶν, 5 εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προφητῶν, οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς ὄρθρου, καὶ ἀπέστειλα καὶ οὐκ ἠκούσατέ μου, 6 καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλὼ καὶ τὴν πόλιν δώσω εἰς κατάραν πᾶσι τοῖς ἔθνεσι πάσης τῆς γῆς. 7 καὶ ἤκουσαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς τοῦ ῾Ιερεμίου λαλοῦντος τοὺς λόγους τούτους ἐν οἴκῳ Κυρίου. 8 καὶ ἐγένετο ῾Ιερεμίου παυσαμένου λαλοῦντος πάντα, ἃ συνέταξε Κύριος αὐτῷ λαλῆσαι παντὶ τῷ λαῷ, καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς λέγων· θανάτῳ ἀποθανῇ, 9 ὅτι ἐπροφήτευσας τῷ ὀνόματι Κυρίου λέγων· ὥσπερ Σηλὼ ἔσται ὁ οἶκος οὗτος καὶ ἡ πόλις αὕτη ἐρημωθήσεται ἀπὸ κατοικούντων· καὶ ἐξεκκλησιάσθη πᾶς ὁ λαὸς ἐπὶ ῾Ιερεμίαν ἐν οἴκῳ Κυρίου. — 10 Καὶ ἤκουσαν οἱ ἄρχοντες ᾿Ιούδα τὸν λόγον τοῦτον καὶ ἀνέβησαν ἐξ οἴκου τοῦ βασιλέως εἰς οἶκον Κυρίου καὶ ἐκάθισαν ἐν προθύροις πύλης Κυρίου τῆς καινῆς. 11 καὶ εἶπαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ· κρίσις θανάτου τῷ ἀνθρώπῳ τούτῳ, ὅτι ἐπροφήτευσε κατὰ τῆς πόλεως ταύτης, καθὼς ἠκούσατε ἐν τοῖς ὠσὶν ὑμῶν. 12 καὶ εἶπεν ῾Ιερεμίας πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ λέγων· Κύριος ἀπέστειλέ με προφητεῦσαι ἐπὶ τὸν οἶκον τοῦτον καὶ ἐπὶ τὴν πόλιν ταύτην πάντας τοὺς λόγους, οὓς ἠκούσατε. 13 καὶ νῦν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἔργα ὑμῶν καὶ ἀκούσατε τῆς φωνῆς Κυρίου, καὶ παύσεται Κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐφ’ ὑμᾶς. 14 καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμῶν· ποιήσατέ μοι ὡς συμφέρει καὶ ὡς βέλτιον ὑμῖν. 15 ἀλλ’ ἢ γνόντες γνώσεσθε ὅτι, εἰ ἀναιρεῖτέ με, αἷμα ἀθῷον δίδοτε ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληθείᾳ ἀπέσταλκέ με Κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους. 16 καὶ εἶπον οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας· οὐκ ἔστι τῷ ἀνθρώπῳ τούτῳ κρίσις θανάτου, ὅτι ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐλάλησε πρὸς ἡμᾶς. 17 καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων τῆς γῆς καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ· 18 Μιχαίας ὁ Μωραθίτης ἦν ἐν ταῖς ἡμέραις ᾿Εζεκίου βασιλέως ᾿Ιούδα καὶ εἶπε παντὶ τῷ λαῷ ᾿Ιούδα· οὕτως εἶπε Κύριος· Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ ῾Ιερουσαλὴμ εἰς ἄβατον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. 19 μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν ᾿Εζεκίας καὶ πᾶς ᾿Ιούδα; οὐχ ὅτι ἐφοβήθησαν τὸν Κύριον καὶ ὅτι ἐδεήθησαν τοῦ προσώπου Κυρίου, καὶ ἐπαύσατο Κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐπ’ αὐτούς; καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν. 20 Καὶ ἄνθρωπος ἦν προφητεύων τῷ ὀνόματι Κυρίου, Οὐρίας υἱὸς Σαμαίου ἐκ Καριαθιαρίμ, καὶ ἐπροφήτευσε περὶ τῆς γῆς ταύτης κατὰ πάντας τοὺς λόγους ῾Ιερεμίου. 21 καὶ ἤκουσεν ὁ βασιλεὺς ᾿Ιωακεὶμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτοῦ καὶ ἐζήτουν ἀποκτεῖναι αὐτόν· καὶ ἤκουσεν Οὐρίας καὶ εἰσῆλθεν εἰς Αἴγυπτον. 22 καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον, 23 καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖθεν καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ καὶ ἔρριψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ. 24 πλὴν χεὶρ ᾿Αχεικὰμ υἱοῦ Σαφὰν ἦν μετὰ ῾Ιερεμίου τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ τοῦ μὴ ἀνελεῖν αὐτόν. |
Κεφάλαιο 44 |
(Μασ. ΛΖ´) ΚΑΙ ἐβασίλευσε Σεδεκίας υἱὸς ᾿Ιωσία ἀντὶ ᾿Ιωακείμ, ὃν ἐβασίλευσε Ναβουχοδονόσορ βασιλεύειν τοῦ ᾿Ιούδα· 2 καὶ οὐκ ἤκουσαν αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ὁ λαὸς τῆς γῆς τοὺς λόγους Κυρίου, οὓς ἐλάλησεν ἐν χειρὶ ῾Ιερεμίου. 3 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκίας τὸν ᾿Ιωάχαλ υἱὸν Σελεμίου καὶ τὸν Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα πρὸς ῾Ιερεμίαν λέγων· πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς Κύριον. 4 καὶ ῾Ιερεμίας ἦλθε καὶ διῆλθε διὰ μέσου τῆς πόλεως, καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς τὸν οἶκον τῆς φυλακῆς. 5 καὶ δύναμις Φαραὼ ἐξῆλθεν ἐξ Αἰγύπτου, καὶ ἤκουσαν οἱ Χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν καὶ ἀνέβησαν ἀπὸ ῾Ιερουσαλήμ. 6 καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν λέγων· 7 οὕτως εἶπε Κύριος· οὕτως ἐρεῖς πρὸς βασιλέα ᾿Ιούδα τὸν ἀποστείλαντα πρὸς σὲ τοῦ ἐκζητῆσαί με· ἰδοὺ δύναμις Φαραὼ ἡ ἐξελθοῦσα ὑμῖν εἰς βοήθειαν ἀποστρέψουσιν εἰς γῆν Αἰγύπτου, 8 καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαῖοι, καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην καὶ συλλήψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν ἐν πυρί. 9 ὅτι οὕτως εἶπε Κύριος· μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν λέγοντες· ἀποτρέχοντες ἀπελεύσονται ἀφ’ ἡμῶν οἱ Χαλδαῖοι, ὅτι οὐ μὴ ἀπέλθωσι· 10 καὶ ἐὰν πατάξητε πᾶσαν δύναμιν τῶν Χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς, καὶ καταλειφθῶσί τινες ἐκκεκεντημένοι ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ, οὗτοι ἀναστήσονται καὶ καύσουσι τὴν πόλιν ταύτην ἐν πυρί. 11 Καὶ ἐγένετο ὅτε ἀνέβη ἡ δύναμις τῶν Χαλδαίων ἀπὸ ῾Ιερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως Φαραώ, 12 ἐξῆλθεν ῾Ιερεμίας ἀπὸ ῾Ιερουσαλὴμ τοῦ πορευθῆναι εἰς γῆν Βενιαμὶν τοῦ ἀγοράσαι ἐκεῖθεν ἐν μέσῳ τοῦ λαοῦ. 13 καὶ ἐγένετο αὐτὸς ἐν πύλῃ Βενιαμίν, καὶ ἐκεῖ ἄνθρωπος, παρ’ ᾧ κατέλυε, Σαρουΐα υἱὸς Σελεμίου, υἱοῦ ᾿Ανανίου, καὶ συνέλαβε τὸν ῾Ιερεμίαν λέγων· πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις; 14 καὶ εἶπε· ψεῦδος, οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ φεύγω. καὶ οὐκ εἰσήκουσεν αὐτοῦ καὶ συνέλαβε Σαρουΐα τὸν ῾Ιερεμίαν καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας. 15 καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ ῾Ιερεμίαν καὶ ἐπάταξαν αὐτὸν καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν ᾿Ιωνάθαν τοῦ γραμματέως, ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακῆς. 16 καὶ ἦλθεν ῾Ιερεμίας εἰς οἰκίαν τοῦ λάκκου καὶ εἰς τὴν χερὲθ καὶ ἐκάθισεν ἐκεῖ ἡμέρας πολλάς· 17 καὶ ἀπέστειλε Σεδεκίας καὶ ἐκάλεσεν αὐτόν, καὶ ἠρώτα αὐτὸν ὁ βασιλεὺς κρυφαίως εἰπεῖν, εἰ ἔστιν ὁ λόγος παρὰ Κυρίου, καὶ εἶπεν· ἔστιν· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσῃ. 18 καὶ εἶπεν ῾Ιερεμίας τῷ βασιλεῖ· τί ἠδίκησά σε καὶ τοὺς παῖδάς σου καὶ τὸν λαὸν τοῦτον, ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακῆς; 19 καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν λέγοντες· ὅτι οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην; 20 καὶ νῦν, κύριε βασιλεῦ, πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου, καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν ᾿Ιωνάθαν τοῦ γραμματέως καὶ οὐ μὴ ἀποθάνω ἐκεῖ; 21 καὶ συνέταξεν ὁ βασιλεὺς καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς φυλακῆς καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας ἔξωθεν οὗ πέσσουσιν, ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως. καὶ ἐκάθισεν ῾Ιερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς. |
Κεφάλαιο 45 |
(Μασ. ΛΗ´) ΚΑΙ ἤκουσε Σαφατίας υἱὸς Μάθαν καὶ Γοδολίας υἱὸς Πασχὼρ καὶ ᾿Ιωάχαλ υἱὸς Σελεμίου τοὺς λόγους, οὓς ῾Ιερεμίας ἐλάλει ἐπὶ τὸν λαὸν λέγων· 2 οὕτως εἶπε Κύριος· ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρημα, καὶ ζήσεται. 3 ὅτι οὕτως εἶπε Κύριος· παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτήν. 4 καὶ εἶπαν τῷ βασιλεῖ· ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους· ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ, ἀλλ’ ἢ πονηρά. 5 καὶ εἶπεν ὁ βασιλεύς· ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς. 6 καὶ ἔρριψαν αὐτὸν εἰς λάκκον Μελχίου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ’ ἢ βόρβορος, καὶ ἦν ἐν τῷ βορβόρῳ. — 7 Καὶ ἤκουσεν ᾿Αβδεμέλεχ ὁ Αἰθίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι ἔδωκαν ῾Ιερεμίαν εἰς τὸν λάκκον· καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμίν, 8 καὶ ἐξῆλθε πρὸς αὐτὸν καὶ ἐλάλησε πρὸς τὸν βασιλέα, καὶ εἶπεν· 9 ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει. 10 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ᾿Αβδεμέλεχ λέγων· λάβε εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου, ἵνα μὴ ἀποθάνῃ. 11 καὶ ἔλαβεν ᾿Αβδεμέλεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγαιον καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ράκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς ῾Ιερεμίαν εἰς τὸν λάκκον 12 καὶ εἶπε· ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων, καὶ ἐποίησεν ῾Ιερεμίας οὕτως. 13 καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου· καὶ ἐκάθισεν ῾Ιερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς. — 14 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ᾿Ασελεισὴ τὴν ἐν οἴκῳ Κυρίου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἐρωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπ’ ἐμοῦ ρῆμα. 15 καὶ εἶπεν ῾Ιερεμίας τῷ βασιλεῖ· ἐὰν ἀναγγείλω σοι, οὐχὶ θανάτῳ με θανατώσεις; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου. 16 καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων· ζῇ Κύριος, ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων. 17 καὶ εἶπεν αὐτῷ ῾Ιερεμίας· οὕτως εἶπε Κύριος· ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, καὶ ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου. 18 καὶ ἐὰν μὴ ἐξέλθῃς, δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρί, καὶ σὺ οὐ μὴ σωθῇς. 19 καὶ εἶπεν ὁ βασιλεὺς τῷ ῾Ιερεμίᾳ· ἐγὼ λόγον ἔχω τῶν ᾿Ιουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου. 20 καὶ εἶπεν ῾Ιερεμίας· οὐ μὴ παραδῶσί σε· ἄκουσον τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω πρός σε, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου. 21 καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν, οὗτος ὁ λόγος, ὃν ἔδειξέ μοι Κύριος· 22 καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως ᾿Ιούδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται ἔλεγον· ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασι πόδα σου, ἀπέστρεψαν ἀπὸ σοῦ. 23 καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσι πρὸς τοὺς Χαλδαίους, καὶ σὺ οὐ μὴ σωθῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλληφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυθήσεται. 24 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποθάνῃς. 25 καὶ ἐὰν οἱ ἄρχοντες ἀκούσωσιν ὅτι ἐλάλησά σοι καὶ ἔλθωσι πρὸς σὲ καὶ εἴπωσί σοι· ἀνάγγειλον ἡμῖν, τί ἐλάλησέ σοι ὁ βασιλεύς, μὴ κρύψῃς ἀφ’ ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε, καὶ τί ἐλάλησε πρός σε ὁ βασιλεύς; 26 καὶ ἐρεῖς αὐτοῖς· ρίπτω ἐγὼ τὸ ἔλεός μου κατ’ ὀφθαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν ᾿Ιωνάθαν ἀποθανεῖν με ἐκεῖ. 27 καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς ῾Ιερεμίαν καὶ ἠρώτησαν αὐτόν, καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους, οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς· καὶ ἀπεσιώπησαν, ὅτι οὐκ ἠκούσθη ὁ λόγος Κυρίου. 28 καὶ ἐκάθισεν ῾Ιερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συνελήφθη ῾Ιερουσαλήμ. |
Κεφάλαιο 46 |
(Μασ. ΛΘ´) ΚΑΙ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ Σεδεκία βασιλέως ᾿Ιούδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπολιόρκουν αὐτήν. 2 καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκία, ἐν τῷ μηνὶ τῷ τετάρτῳ, ἐνάτῃ τοῦ μηνός, ἐρράγη ἡ πόλις. 3 καὶ εἰσῆλθον πάντες οἱ ἡγούμενοι βασιλέως Βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ Ναργαλασὰρ καὶ Σαμαγὼθ καὶ Ναβουσαχὰρ καὶ Ναβουσαρεῖς καὶ Ναγαργασνασὲρ Ραβαμὰγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος· 14 καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν ῾Ιερεμίαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολίαν υἱὸν ᾿Αχεικὰμ υἱοῦ Σαφάν· καὶ ἐξήγαγον αὐτόν, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ. — 15 Καὶ πρὸς ῾Ιερεμίαν ἐγένετο λόγος Κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων· 16 πορεύου καὶ εἰπὲ πρὸς ᾿Αβδεμέλεχ τὸν Αἰθίοπα· οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά, 17 καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων, ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν, 18 ὅτι σώζων σώσω σε, καὶ ἐν ρομφαίᾳ οὐ μὴ πέσῃς. καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρημα, ὅτι ἐπεποίθεις ἐπ’ ἐμοί, φησὶ Κύριος. |
Κεφάλαιο 47 |
(Μασ. Μ´) Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ιερεμίαν ὕστερον μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδὰν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμὰν ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις, ἐν μέσῳ ἀποικίας ᾿Ιούδα τῶν ἠγμένων εἰς Βαβυλῶνα. 2 καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ· Κύριος ὁ Θεός σου ἐλάλησε τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον, 3 καὶ ἐποίησε Κύριος, ὅτι ἡμάρτετε αὐτῷ, καὶ οὐκ ἠκούσατε τῆς φωνῆς αὐτοῦ. 4 ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου· εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετ’ ἐμοῦ εἰς Βαβυλῶνα, ἧκε, καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ· 5 εἰ δὲ μή, ἀπότρεχε καὶ ἀνάστρεψον πρὸς τὸν Γοδολίαν υἱὸν ᾿Αχεικάμ, υἱοῦ Σαφάν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐν γῇ ᾿Ιούδα, καὶ οἴκησον μετ’ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ ᾿Ιούδα· εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι ἐκεῖ, καὶ πορεύου. καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν. 6 καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ αὐτοῦ τοῦ καταλειφθέντος ἐν τῇ γῇ. — 7 Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν ἐν τῇ γῇ καὶ παρακατέθετο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν, οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα. 8 καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ ᾿Ισμαὴλ υἱὸς Ναθανίου καὶ ᾿Ιωνὰν υἱὸς Καρηὲ καὶ Σαραίας υἱὸς Θαναεμὲθ καὶ υἱοὶ ᾿Ιωφὲ τοῦ Νετωφαθὶ καὶ ᾿Εζονίας υἱὸς τοῦ Μωχαθί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν. 9 καὶ ὤμοσεν αὐτοῖς Γοδολίας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων· μὴ φοβηθῆτε ἀπὸ προσώπου τῶν παίδων τῶν Χαλδαίων· κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν. 10 καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφὰ στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων, οἳ ἂν ἔλθωσιν ἐφ’ ὑμᾶς, καὶ ὑμεῖς συνάγετε οἶνον καὶ ὀπώραν καὶ ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν, αἷς κατεκρατήσατε. 11 καὶ πάντες οἱ ᾿Ιουδαῖοι οἱ ἐν γῇ Μωὰβ καὶ ἐν υἱοῖς ᾿Αμμὼν καὶ οἱ ἐν τῇ ᾿Ιδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκε βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ ᾿Ιούδᾳ, καὶ ὅτι κατέστησεν ἐπ’ αὐτοὺς τὸν Γοδολίαν υἱὸν ᾿Αχεικάμ. 12 καὶ ἦλθον πρὸς Γοδολίαν εἰς γῆν ᾿Ιούδα εἰς Μασσηφὰ καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον. — 13 Καὶ ᾿Ιωανὰν υἱὸς Καρηὲ καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως, οἱ ἐν τοῖς ἀγροῖς, ἦλθον πρὸς τὸν Γοδολίαν εἰς Μασσηφὰ 14 καὶ εἶπαν αὐτῷ· εἰ γνώσει γινώσκεις ὅτι Βελεισσὰ βασιλεὺς υἱὸς υἱῶν ᾿Αμμὼν ἀπέστειλε πρὸς σὲ τὸν ᾿Ισμαὴλ πατάξαι σου ψυχήν; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας. 15 καὶ εἶπεν ᾿Ιωανὰν τῷ Γοδολίᾳ κρυφαίως ἐν Μασσηφᾷ· πορεύσομαι δὴ καὶ πατάξω τὸν ᾿Ισμαὴλ καὶ μηθεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς ᾿Ιούδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι ᾿Ιούδα. 16 καὶ εἶπε Γοδολίας πρὸς ᾿Ιωανάν· μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις περὶ ᾿Ισμαήλ. |
Κεφάλαιο 48 |
(Μασ. ΜΑ´) ΚΑΙ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν ᾿Ισμαὴλ υἰὸς Ναθανίου υἱοῦ ᾿Ελεασὰ ἀπὸ γένους τοῦ βασιλέως καὶ δέκα ἄνδρες μετ’ αὐτοῦ πρὸς Γοδολίαν εἰς Μασσηφά, καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα. 2 καὶ ἀνέστη ᾿Ισμαὴλ καὶ οἱ δέκα ἄνδρες, οἳ ἦσαν μετ’ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολίαν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς, 3 καὶ πάντας τοὺς ᾿Ιουδαίους τοὺς ὄντας μετ’ αὐτοῦ ἐν Μασσηφᾷ καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ. — 4 Καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸν Γοδολίαν, καὶ ἄνθρωπος οὐκ ἔγνω, 5 καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχὲμ καὶ ἀπὸ Σαλὴμ καὶ ἀπὸ Σαμαρείας, ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι, καὶ μαναὰ καὶ λίβανος ἐν χερσὶν αὐτῶν τοῦ εἰσενεγκεῖν εἰς οἶκον Κυρίου. 6 καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς ᾿Ισμαήλ· αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον, καὶ εἶπεν αὐτοῖς· εἰσέλθετε πρὸς Γοδολίαν. 7 καὶ ἐγένετο εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως, ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ. 8 καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκεῖ καὶ εἶπαν τῷ ᾿Ισμαήλ· μὴ ἀνέλῃς ἡμᾶς, ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ, πυροὶ καὶ κριθαί, μέλι καὶ ἔλαιον· καὶ παρῆλθε καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. 9 καὶ τὸ φρέαρ, εἰς ὃ ἔρριψεν ἐκεῖ ᾿Ισμαὴλ πάντας, οὓς ἐπάταξε, φρέαρ μέγα τοῦτό ἐστιν, ὃ ἐποίησεν ὁ βασιλεὺς ᾿Ασὰ ἀπὸ προσώπου Βαασὰ βασιλέως ᾿Ισραήλ· τοῦτο ἐνέπλησεν ᾿Ισμαὴλ τραυματιῶν. 10 καὶ ἀπέστρεψεν ᾿Ισμαὴλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφὰ καὶ τὰς θυγατέρας τοῦ βασιλέως, ἃς παρακατέθετο ὁ ἀρχιμάγειρος τῷ Γοδολίᾳ υἱῷ ᾿Αχεικάμ, καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν ᾿Αμμών. — 11 Καὶ ἤκουσεν ᾿Ιωανὰν υἱὸς Καρηὲ καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ’ αὐτοῦ πάντα τὰ κακά, ἃ ἐποίησεν ᾿Ισμαήλ, 12 καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ᾤχοντο πολεμεῖν αὐτὸν καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν Γαβαών. 13 καὶ ἐγένετο ὅτε εἶδε πᾶς ὁ λαὸς ὁ μετὰ ᾿Ισμαὴλ τὸν ᾿Ιωανὰν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς μετ’ αὐτοῦ, 14 καὶ ἀνέστρεψαν πρὸς ᾿Ιωανάν. 15 καὶ ᾿Ισμαὴλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς ᾿Αμμών. — 16 Καὶ ἔλαβεν ᾿Ιωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ’ αὐτοῦ πάντας τοὺς καταλοίπους τοῦ λαοῦ, οὓς ἀπέστρεψεν ἀπὸ ᾿Ισμαήλ, δυνατοὺς ἄνδρας ἐν πολέμῳ καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους, οὓς ἀπέστρεψαν ἀπὸ Γαβαών, 17 καὶ ᾤχοντο καὶ ἐκάθισαν ἐν Γαβηρώθ — Χαμαὰμ τῇ πρὸς Βηθλεὲμ τοῦ πορευθῆναι εἰς Αἴγυπτον 18 ἀπὸ προσώπου τῶν Χαλδαίων, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν, ὅτι ἐπάταξεν ᾿Ισμαὴλ τὸν Γοδολίαν, ὃν κατέστησεν ὁ βασιλεὺς Βαβυλῶνος ἐν τῇ γῇ. |
Κεφάλαιο 49 |
(Μασ. ΜΒ´) ΚΑΙ προσῆλθον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ ᾿Ιωανὰν καὶ ᾿Αζαρίας υἱὸς Μαασαίου καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου 2 πρὸς ῾Ιερεμίαν τὸν προφήτην καὶ εἶπαν αὐτῷ· πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου καὶ πρόσευξαι πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλοίπων τούτων, ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, καθὼς οἱ ὀφθαλμοί σου βλέπουσι· 3 καὶ ἀναγγειλάτω ἡμῖν Κύριος ὁ Θεός σου τὴν ὁδόν, ᾗ πορευσόμεθα ἐν αὐτῇ, καὶ λόγον ὃν ποιήσομεν. 4 καὶ εἶπεν αὐτοῖς ῾Ιερεμίας· ἤκουσα, ἰδοὺ ἐγὼ προσεύξομαι ὑπὲρ ὑμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν κατὰ τοὺς λόγους ὑμῶν· καὶ ἔσται, ὁ λόγος, ὃν ἂν ἀποκριθήσεται Κύριος ὁ Θεός, ἀναγγελῶ ὑμῖν, οὐ μὴ κρύψω ἀφ’ ὑμῶν ρῆμα. 5 καὶ αὐτοὶ εἶπαν τῷ ῾Ιερεμίᾳ· ἔστω Κύριος ἐν ἡμῖν εἰς μάρτυρα δίκαιον καὶ πιστόν, εἰ μὴ κατὰ πάντα τὸν λόγον, ὃν ἐὰν ἀποστείλῃ Κύριος πρὸς ἡμᾶς, οὕτως ποιήσωμεν· 6 καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακόν, τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτόν, ἀκουσόμεθα, ἵνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεθα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν. — 7 Καὶ ἐγενήθη μεθ’ ἡμέρας δέκα ἐγενήθη λόγος Κυρίου πρὸς ῾Ιερεμίαν. 8 καὶ ἐκάλεσε τὸν ᾿Ιωανὰν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ ἕως μεγάλου 9 καὶ εἶπεν αὐτοῖς· οὕτως εἶπε Κύριος· 10 ἐὰν καθίσαντες καθίσητε ἐν τῇ γῇ ταύτῃ, οἰκοδομήσω ὑμᾶς καὶ οὐ μὴ καθελῶ καὶ φυτεύσω ὑμᾶς καὶ οὐ μὴ ἐκτίλω, ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς, οἷς ἐποίησα ὑμῖν. 11 μὴ φοβηθῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτοῦ, μὴ φοβηθῆτε, φησὶ Κύριος, ὅτι μεθ’ ὑμῶν ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαι ὑμᾶς καὶ σῴζειν ὑμᾶς ἐκ χειρὸς αὐτοῦ· 12 καὶ δώσω ὑμῖν ἔλεος καὶ ἐλεήσω ὑμᾶς καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν. 13 καὶ εἰ λέγετε ὑμεῖς· οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς Κυρίου, 14 ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα καὶ οὐ μὴ ἴδωμεν πόλεμον καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν καὶ ἐκεῖ οἰκήσομεν, 15 διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου· οὕτως εἶπε Κύριος· ἐὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ κατοικεῖν, 16 καὶ ἔσται, ἡ ρομφαία, ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς, εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου, καὶ ὁ λιμός, οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ, καταλήψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ, καὶ ἐκεῖ ἀποθανεῖσθε. 17 καὶ ἔσονται πάντες οἱ ἄνθρωποι καὶ πάντες οἱ ἀλλογενεῖς, οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ, ἐκλείψουσιν ἐν τῇ ρομφαίᾳ καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐθεὶς σῳζόμενος ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ’ αὐτούς. 18 ὅτι οὕτως εἶπε Κύριος· καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικοῦντας ῾Ιερουσαλήμ, οὕτως στάξει ὁ θυμός μου ἐφ’ ὑμᾶς εἰσελθόντων ὑμῶν εἰς Αἴγυπτον, καὶ ἔσεσθε εἰς ἄβατον καὶ ὑποχείριοι καὶ εἰς ἀρὰν καὶ εἰς ὀνειδισμὸν καὶ οὐ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον, 19 ἃ ἐλάλησε Κύριος ἐφ’ ὑμᾶς τοὺς καταλοίπους ᾿Ιούδα· μὴ εἰσέλθητε εἰς Αἴγυπτον. καὶ νῦν γνόντες γνώσεσθε 20 ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν ἀποστείλαντές με λέγοντες· πρόσευξαι περὶ ἡμῶν πρὸς Κύριον, καὶ κατὰ πάντα, ἃ ἐὰν λαλήσῃ σοι Κύριος, ποιήσομεν. 21 καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου, ἧς ἀπέστειλέ με πρὸς ὑμᾶς. 22 καὶ νῦν ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψετε ἐν τῷ τόπῳ, ᾧ ὑμεῖς βούλεσθε εἰσελθεῖν κατοικεῖν ἐκεῖ. |
Κεφάλαιο 50 |
(Μασ. ΜΓ´) ΚΑΙ ἐγενήθη ὡς ἐπαύσατο ῾Ιερεμίας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους Κυρίου, οὓς ἀπέστειλεν αὐτὸν Κύριος πρὸς αὐτούς, πάντας τοὺς λόγους τούτους, 2 καὶ εἶπεν ᾿Αζαρίας υἱὸς Μαασαίου καὶ ᾿Ιωανὰν υἱὸς Καρηὲ καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τῷ ῾Ιερεμίᾳ λέγοντες· ψεύδη, οὐκ ἀπέστειλέ σε Κύριος πρὸς ἡμᾶς λέγων· μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ, 3 ἀλλ’ ἢ Βαροὺχ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς Βαβυλῶνα. 4 καὶ οὐκ ἤκουσεν ᾿Ιωανὰν καὶ πάντες ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς Κυρίου κατοικῆσαι ἐν γῇ ᾿Ιούδα. 5 καὶ ἔλαβεν ᾿Ιωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους ᾿Ιούδα, τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ, 6 τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ νήπια, καὶ τὰς θυγατέρας τοῦ βασιλέως καὶ τὰς ψυχάς, ἃς κατέλιπε Ναβουζαρδὰν μετὰ Γοδολίου υἱοῦ ᾿Αχεικάμ, καὶ ῾Ιερεμίαν τὸν προφήτην καὶ Βαροὺχ υἱὸν Νηρίου 7 καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου· καὶ εἰσῆλθον εἰς Τάφνας. 8 καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν ἐν Τάφνας λέγων· 9 λαβὲ σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις, ἐν πύλῃ τῆς οἰκίας Φαραὼ ἐν Τάφνας, κατ’ ὀφθαλμοὺς ἀνδρῶν ᾿Ιούδα 10 καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος, καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων, ὧν κατέκρυψας, καὶ ἀρεῖ τὰ ὅπλα αὐτοῦ ἐπ’ αὐτοὺς 11 καὶ εἰσελεύσεται καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον, εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμόν, εἰς ἀποικισμόν, καὶ οὓς εἰς ρομφαίαν, εἰς ρομφαίαν. 12 καὶ καύσει πῦρ ἐν οἰκίαις τῶν θεῶν αὐτῶν καὶ ἐμπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτοὺς καὶ φθειριεῖ γῆν Αἰγύπτου, ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἐξελεύσεται ἐν εἰρήνῃ, 13 καὶ συντρίψει τοὺς στύλους ῾Ηλιουπόλεως, τοὺς ἐν ῎Ων, καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί. |
Κεφάλαιο 51 |
(Μασ. ΜΔ´, ΜΕ´) Ο λόγος ὁ γενόμενος πρὸς ῾Ιερεμίαν ἅπασι τοῖς ᾿Ιουδαίοις τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτου καὶ τοῖς καθημένοις ἐν Μαγδώλῳ καὶ ἐν Τάφνας καὶ ἐν γῇ Παθούρης λέγων· 2 οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ὑμεῖς ἑωράκατε πάντα τὰ κακά, ἃ ἐπήγαγον ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις ᾿Ιούδα, καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων 3 ἀπὸ προσώπου πονηρίας αὐτῶν, ἧς ἐποίησαν παραπικρᾶναί με πορευθέντες θυμιᾶν θεοῖς ἑτέροις, οἷς οὐκ ἔγνωτε. 4 καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας ὄρθρου καὶ ἀπέστειλα λέγων· μὴ ποιήσητε τὸ πρᾶγμα τῆς μολύνσεως ταύτης, ἧς ἐμίσησα. 5 καὶ οὐκ ἤκουσάν μου, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν ἀποστρέψαι ἀπὸ τῶν κακῶν αὐτῶν πρὸς τὸ μὴ θυμιᾶν θεοῖς ἑτέροις. 6 καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου καὶ ἐξεκαύθη ἐν πόλεσιν ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλήμ, καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη. 7 καὶ νῦν οὕτως εἶπε Κύριος παντοκράτωρ· ἱνατί ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ ψυχαῖς ὑμῶν ἐκκόψαι ὑμῶν ἄνθρωπον καὶ γυναῖκα, νήπιον καὶ θηλάζοντα ἐκ μέσου ᾿Ιούδα πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα, 8 παραπικρᾶναί με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν θυμιᾶν θεοῖς ἑτέροις ἐν γῇ Αἰγύπτῳ, εἰς ἣν ἤλθατε κατοικεῖν ἐκεῖ, ἵνα ἐκκοπῆτε καὶ ἵνα γένησθε εἰς κατάραν καὶ εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς ἔθνεσι τῆς γῆς; 9 μὴ ἐπιλέλησθε ὑμεῖς τῶν κακῶν τῶν πατέρων ὑμῶν καὶ τῶν κακῶν τῶν βασιλέων ᾿Ιούδα καὶ τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν, ὧν ἐποίησαν ἐν γῇ ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλήμ; 10 καὶ οὐκ ἐπαύσαντο ἕως τῆς ἡμέρας ταύτης καὶ οὐκ ἀντείχοντο τῶν προσταγμάτων μου, ὣν ἔδωκα κατὰ πρόσωπον τῶν πατέρων αὐτῶν. 11 διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἐφίστημι τὸ πρόσωπόν μου 12 τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψουσιν ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν. 13 καὶ ἐπισκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκεψάμην ἐπὶ ῾Ιερουσαλὴμ ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ, 14 καὶ οὐκ ἔσται σεσωσμένος οὐθεὶς τῶν ἐπιλοίπων ᾿Ιούδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ τοῦ ἐπιστρέψαι εἰς γῆν ᾿Ιούδα, ἐφ’ ἣν αὐτοὶ ἐλπίζουσι ταῖς ψυχαῖς αὐτῶν τοῦ ἐπιστρέψαι ἐκεῖ· οὐ μὴ ἐπιστρέψωσιν ἀλλ’ ἢ ἀνασεσωσμένοι. 15 καὶ ἀπεκρίθησαν τῷ ῾Ιερεμίᾳ πάντες οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιῶσιν αἱ γυναῖκες αὐτῶν θεοῖς ἑτέροις καὶ πᾶσαι αἱ γυναῖκες, συναγωγὴ μεγάλη, καὶ πᾶς ὁ λαὸς οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ, ἐν Παθουρῇ, λέγοντες· 16 ὁ λόγος, ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκούσομέν σου, 17 ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς, καθὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλὴμ καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγενόμεθα χρηστοὶ καὶ κακὰ οὐκ εἴδομεν· 18 καὶ ὡς διελίπομεν θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες καὶ ἐν ρομαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν. 19 καὶ ὅτι ἡμεῖς θυμιῶμεν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς, μὴ ἄνευ τῶν ἀνδρῶν ἡμῶν ἐποιήσαμεν αὐτῇ χαυῶνας καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς;— 20 Καὶ εἶπεν ῾Ιερεμίας ἀντὶ τῷ λαῷ, τοῖς δυνατοῖς καὶ ταῖς γυναιξὶ καὶ παντὶ τῷ λαῷ, τοῖς ἀποκριθεῖσιν αὐτῷ λόγους, λέγων· 21 οὐχὶ τοῦ θυμιάματος, οὗ ἐθυμιάσατε ἐν ταῖς πόλεσιν ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλὴμ ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν καὶ οἱ βασιλεῖς ὑμῶν καὶ οἱ ἄρχοντες ὑμῶν καὶ ὁ λαὸς τῆς γῆς, ἐμνήσθη Κύριος, καὶ ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ; 22 καὶ οὐκ ἠδύνατο Κύριος ἔτι φέρειν ἀπὸ προσώπου πονηρίας πραγμάτων ὑμῶν καὶ ἀπὸ τῶν βδελυγμάτων ὑμῶν, ὧν ἐποιήσατε· καὶ ἐγενήθη ἡ γῆ ὑμῶν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς ἀρὰν ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ, 23 ἀπὸ προσώπου, ὧν ἐθυμιᾶτε καὶ ὧν ἡμάρτετε τῷ Κυρίῳ καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου καὶ ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς μαρτυρίοις αὐτοῦ οὐκ ἐπορεύθητε, καὶ ἐπελάβετο ὑμῶν τὰ κακὰ ταῦτα. 24 καὶ εἶπεν ῾Ιερεμίας τῷ λαῷ καὶ ταῖς γυναιξίν· ἀκούσατε λόγον Κυρίου· 25 οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ὑμεῖς γυναῖκες τῷ στόματι ὑμῶν ἐλαλήσατε καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε λέγουσαι· ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν, ἃς ὡμολογήσαμεν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς· ἐμμείνασαι ἐνεμείνατε ταῖς ὁμολογίαις ὑμῶν καὶ ποιοῦσαι ἐποιήσατε. 26 διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου, πᾶς ᾿Ιούδα οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ· ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἶπε Κύριος, ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι παντὸς ᾿Ιούδα εἰπεῖν· ζῇ Κύριος Κύριος, ἐν πάσῃ γῇ Αἰγύπτῳ. 27 ὅτι ἐγὼ ἐγρήγορα ἐπ’ αὐτοὺς τοῦ κακῶσαι αὐτοὺς καὶ οὐκ ἀγαθῶσαι, καὶ ἐκλείψουσι πᾶς ᾿Ιούδα, οἱ κατοικοῦντες ἐν γῇ Αἰγύπτῳ, ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ, ἕως ἂν ἐκλίπωσι. 28 καὶ οἱ σεσωσμένοι ἀπὸ ρομφαίας ἐπιστρέψουσιν εἰς γῆν ᾿Ιούδα ὀλίγοι ἀριθμῷ, καὶ γνώσονται οἱ κατάλοιποι ᾿Ιούδα οἱ καταστάντες ἐν γῇ Αἰγύπτῳ κατοικῆσαι ἐκεῖ, λόγος τίνος ἐμμενεῖ. 29 καὶ τοῦτο τὸ σημεῖον ὑμῖν ὅτι ἐπισκέψομαι ἐγὼ ἐφ’ ὑμᾶς εἰς πονηρά· 30 οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τὸν Οὐαφρῆ βασιλέα Αἰγύπτου εἰς χεῖρας ἐχθροῦ αὐτοῦ καὶ εἰς χεῖρας ζητούντων τὴν ψυχὴν αὐτοῦ, καθὰ ἔδωκα τὸν Σεδεκίαν βασιλέα ᾿Ιούδα εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ καὶ ζητοῦντος τὴν ψυχὴν αὐτοῦ. (Μασ. ΜΕ´ 1-5 ). 31 ῾Ο λόγος ὃν ἐλάλησεν ῾Ιερεμίας ὁ προφήτης πρὸς Βαροὺχ υἱὸν Νηρίου, ὅτε ἔγραφε τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος ῾Ιερεμίου ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ ᾿Ιωακεὶμ υἱῷ ᾿Ιωσία, βασιλέως ᾿Ιούδα. 32 οὕτως εἶπε Κύριος ἐπὶ σοί, Βαρούχ· 33 ὅτι εἶπας· οἴμοι οἴμοι, ὅτι προσέθηκε Κύριος κόπον ἐπὶ πόνον μοι, ἐκοιμήθην ἐν στεναγμοῖς, ἀνάπαυσιν οὐχ εὗρον, 34 εἰπὸν αὐτῷ· οὕτως εἶπε Κύριος· ἰδοὺ οὓς ἐγὼ ᾠκοδόμησα, ἐγὼ καθαιρῷ, καὶ οὓς ἐγὼ ἐφύτευσα, ἐγὼ ἐκτίλλω. 35 καὶ σὺ ζητήσεις σεαυτῷ μεγάλα; μὴ ζητήσῃς, ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει Κύριος. καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρημα ἐν παντὶ τόπῳ, οὗ ἐὰν βαδίσῃς ἐκεῖ. |
Κεφάλαιο 52 |
ΟΝΤΟΣ εἰκοστοῦ καὶ ἑνὸς ἔτους Σεδεκίου ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Αμειτάαλ, θυγάτηρ ῾Ιερεμίου, ἐκ Λοβενά. 4 καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ, ἐν μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνός, ἦλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ῾Ιερουσαλὴμ καὶ περιεχαράκωσαν αὐτὴν καὶ περιῳκοδόμησαν αὐτὴν τετραπέδοις λίθοις κύκλῳ. 5 καὶ ἦλθεν ἡ πόλις εἰς συνοχὴν ἕως ἑνδεκάτου ἔτους τῷ βασιλεῖ Σεδεκίᾳ· 6 ἐν τῇ ἐνάτῃ τοῦ μηνὸς καὶ ἐστερεώθη ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς. 7 καὶ διεκόπη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς πύλης ἀναμέσον τοῦ τείχους καὶ τοῦ προτειχίσματος, ὃ ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τῆς πόλεως κύκλῳ. καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς ῎Αραβα, 8 καὶ κατεδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν τῷ πέραν ῾Ιεριχώ, καὶ πάντες οἱ παῖδες αὐτοῦ διεσπάρησαν ἀπ’ αὐτοῦ. 9 καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά, καὶ ἐλάλησεν αὐτῷ μετὰ κρίσεως. 10 καὶ ἔσφαξε βασιλεὺς Βαβυλῶνος τοὺς υἱοὺς Σεδεκίου κατ’ ὀφθαλμοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἄρχοντας ᾿Ιούδα ἔσφαξεν ἐν Δεβλαθά. 11 καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἤγαγεν αὐτὸν βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἔδωκεν αὐτὸν εἰς οἰκίαν μύλωνος ἕως ἡμέρας ἧς ἀπέθανε. 12 καὶ ἐν μηνὶ πέμπτῳ, δεκάτῃ τοῦ μηνός, ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ὁ ἑστηκὼς κατὰ πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος εἰς ῾Ιερουσαλήμ, 13 καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάσας τὰς οἰκίας τῆς πόλεως, καὶ πᾶσαν οἰκίαν μεγάλην ἐνέπρησεν ἐν πυρί. 14 καὶ πᾶν τεῖχος ῾Ιερουσαλὴμ κύκλῳ καθεῖλεν ἡ δύναμις τῶν Χαλδαίων, ἡ μετὰ τοῦ ἀρχιμαγείρου. 16 καὶ τοὺς καταλοίπους τοῦ λαοῦ κατέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γεωργούς. 17 καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τὰς βάσεις καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι καὶ ἔλαβον τὸν χαλκὸν αὐτῶν καὶ ἀπήνεγκαν εἰς Βαβυλῶνα. 18 καὶ τὴν στεφάνην καὶ τὰς φιάλας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς ἐλειτούργουν ἐν αὐτοῖς, 19 καὶ τὰ σαφφὼθ καὶ τὰ μασμαρὼθ καὶ τοὺς ὑποχυτῆρας καὶ τὰς λυχνίας καὶ τὰς θυΐσκας καὶ τοὺς κυάθους, ἃ ἦν χρυσᾶ χρυσᾶ καὶ ἃ ἦν ἀργυρᾶ ἀργυρᾶ, ἔλαβεν ὁ ἀρχιμάγειρος. 20 καὶ οἱ στῦλοι δύο καὶ ἡ θάλασσα μία καὶ οἱ μόσχοι δώδεκα χαλκοῖ ὑποκάτω τῆς θαλάσσης, ἃ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν εἰς οἶκον Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ αὐτῶν. 21 καὶ οἱ στῦλοι, τριακονταπέντε πηχῶν· ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ σπαρτίον δώδεκα πήχεων περιεκύκλου αὐτόν, καὶ τὸ πάχος αὐτοῦ δακτύλων τεσσάρων κύκλῳ, 22 καὶ γεῖσος ἐπ’ αὐτοῖς χαλκοῦν, καὶ πέντε πήχεων τὸ μῆκος ὑπεροχὴ τοῦ γείσους τοῦ ἑνός, καὶ δίκτυον καὶ ρόαι ἐπὶ τοῦ γείσους κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ, ὀκτὼ ρόαι τῷ πήχει τοῖς δώδεκα πήχεσι. 23 καὶ ἦσαν αἱ ρόαι ἐνενηκονταὲξ τὸ ἓν μέρος, καὶ ἦσαν αἱ πᾶσαι ρόαι ἑκατὸν ἐπὶ τοῦ δικτύου κύκλῳ. 24 καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν ἱερέα τὸν πρῶτον καὶ τὸν ἱερέα τὸν δευτεροῦντα καὶ τοὺς τρεῖς τοὺς φυλάττοντας τὴν ὁδὸν 25 καὶ εὐνοῦχον ἕνα, ὃς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ ἑπτὰ ἄνδρας ὀνομαστοὺς τοὺς ἐν προσώπῳ τοῦ βασιλέως, τοὺς εὑρεθέντας ἐν τῇ πόλει, καὶ τὸν γραμματέα τῶν δυνάμεων, τὸν γραμματεύοντα τῷ λαῷ τῆς γῆς, καὶ ἑξήκοντα ἀνθρώπους ἐκ τοῦ λαοῦ τῆς γῆς, τοὺς εὑρεθέντας ἐν μέσῳ τῆς πόλεως· 26 καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος τοῦ βασιλέως καὶ ἤγαγεν αὐτοὺς πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά, 27 καὶ ἐπάταξεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος ἐν Δεβλαθά, ἐν γῇ Αἰμάθ. 31 καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει, ἀποικισθέντος τοῦ ᾿Ιωακεὶμ βασιλέως ᾿Ιούδα ἐν τῷ δωδεκάτῳ μηνί, ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνός, ἔλαβεν Οὐλαιμαραδὰχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ, ᾧ ἐβασίλευσε, τὴν κεφαλὴν ᾿Ιωακεὶμ βασιλέως ᾿Ιούδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἰκίας, ἧς ἐφυλάσσετο· 32 καὶ ἐλάλησεν αὐτῷ χρηστὰ καὶ ἔδωκε τὸν θρόνον αὐτοῦ ἐπάνω τῶν βασιλέων τῶν μετ’ αὐτοῦ ἐν Βαβυλῶνι· 33 καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ καὶ ἤσθιεν ἄρτον διὰ παντὸς κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἔζησε. 34 καὶ ἡ σύνταξις αὐτῷ ἐδίδοτο διὰ παντὸς παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐξ ἡμέρας εἰς ἡμέραν ἕως ἡμέρας, ἧς ἀπέθανεν. |