Home ΕΥΑΓΓΕΛΙΟ Ἐκ τοῦ κατὰ Ματθαῖον δ΄ 12 – 17

Ἐκ τοῦ κατὰ Ματθαῖον δ΄ 12 – 17

441
Ευαγγελικό Ανάγνωσμα

ΤΗ ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ
Ἐκ τοῦ κατὰ Ματθαῖον δ΄ 12 – 17

Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ Ἰησοῦς ὅτι ᾽Ιωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. Καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ·ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ᾽Ησαΐου τοῦ προφήτου λέγοντος· Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης, πέραν τοῦ ᾽Ιορδάνου, Γαλιλαία τῶν ἐθνῶν,ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. ᾽Απὸ τότε ἤρξατο ὁ ᾽Ιησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.