Home ΕΥΑΓΓΕΛΙΟ Ἐκ τοῦ κατὰ Λουκᾶν γ΄ 19 – 22

Ἐκ τοῦ κατὰ Λουκᾶν γ΄ 19 – 22

431
Ευαγγελικό Ανάγνωσμα

Τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Γρηγορίου, ἐπισκόπου Νύσσης – Εὐαγγέλιον μεθέορτον
Ἐκ τοῦ κατὰ Λουκᾶν γ΄ 19 – 22

Τῷ καιρῷ ἐκείνῳ, ὁ Ἡρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπὸ Ἰωάννου περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης, 20 προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι καὶ κατέκλεισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. 21Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν 22 καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ’ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.