Home ΕΥΑΓΓΕΛΙΟ Ἐκ τοῦ κατὰ Ματθαῖον κδ΄ 42 – 47

Ἐκ τοῦ κατὰ Ματθαῖον κδ΄ 42 – 47

328
Ευαγγελικό Ανάγνωσμα

30 Σεπτεμβρίου – Τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου, Ἐπισκόπου τῆς Μεγάλης Ἀρμενίας, τοῦ Φωτιστοῦ.
Ἐκ τοῦ κατὰ Ματθαῖον κδ΄ 42 – 47

Εἶπεν ὁ Κύριος. γρηγορεῖτε , ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. 43 Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.