Home ΕΥΑΓΓΕΛΙΟ Ἐκ τοῦ κατὰ Μάρκον α΄ 23 – 28

Ἐκ τοῦ κατὰ Μάρκον α΄ 23 – 28

329
Ευαγγελικό Ανάγνωσμα

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ ΙΒ΄ ΕΒΔΟΜΑΔΟΣ
Ἐκ τοῦ κατὰ Μάρκον α΄ 23 – 28

Τῷ καιρῷ ἐκείνῳ ἄνθρωπός τις ἦν ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε λέγων· Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. 25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ κράξαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 27 καὶ ἐθαμβήθησαν πάντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας· Τί ἐστι τοῦτο; τὶς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; 28 καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.