Home ΕΥΑΓΓΕΛΙΟ Ἐκ τοῦ κατὰ Λουκᾶν ιη΄ 31 – 34

Ἐκ τοῦ κατὰ Λουκᾶν ιη΄ 31 – 34

336
Ευαγγελικό Ανάγνωσμα

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Ι΄ ΕΒΔΟΜΑΔΟΣ
Ἐκ τοῦ κατὰ Λουκᾶν ιη΄ 31 – 34

Τῷ καιρῷ ἐκείνῳ, παραλαβὼν ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, εἶπε πρὸς αὐτούς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσόλυμα, καὶ τελειωθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου. 32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσι καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, 33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. 34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.