Home ΕΥΑΓΓΕΛΙΟ Ἐκ τοῦ κατὰ Λουκᾶν ιδ΄ 1 – 11

Ἐκ τοῦ κατὰ Λουκᾶν ιδ΄ 1 – 11

363
Ευαγγελικό Ανάγνωσμα

ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ ΙΓ΄ ΕΒΔΟΜΑΔΟΣ
Ἐκ τοῦ κατὰ Λουκᾶν ιδ΄ 1 – 11

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ ’Ιησοῦς εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. 2 καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. 3 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· Εἰ ἔξεστι τῷ σαββάτῳ θεραπεύειν; οἱ δὲ ἡσύχασαν. 4 καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσε. 5 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε· Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου; 6 καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷ πρὸς ταῦτα. 7 Ἔλεγε δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· 8 Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ’ αὐτοῦ, 9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μετ’ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10 ἀλλ’ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε εἴπῃ σοι· φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι. 11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.