
ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Ε΄ ΕΒΔΟΜΑΔΟΣ
Ἐκ τοῦ κατὰ Λουκᾶν θ΄ 49 – 56
Τῷ καιρῷ ἐκείνῳ,προσελθὼν τῷ Ἰησοῦ εἷς τῶν μαθητῶν αὐτοῦ, εἶπεν αὐτῷ· Ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτὸν, ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν. 50 καὶ εἶπεν πρὸς αὐτὸν ὁ Ἰησοῦς· Μὴ κωλύετε· οὐ γάρ ἔστι καθ’ ὑμῶν· ὃς γὰρ οὐκ ἔστι καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν. 51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς ἐστήριξε τὸ πρόσωπον αὐτοῦ τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ, 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὡστε ἑτοιμάσαι αὐτῷ· 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. 54 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε; 55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν· Οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς· 56 ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.